ΑΝΤΙΑΙΡΕΤΙΚΟΣ
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ
εἰς τὴν Ὑπεραγίαν Θεοτόκον διὰ τὴν Ἀποφυγὴ καὶ
Ἐξάλειψιν πασῶν τῶν Καινοφανῶν Αἱρέσεων καὶ Ἐξαιρέτως τῆς Παναιρέσεως τοῦ Οἰκουμενισμοῦ
Ποίημα
Ἱερομονάχου Εὐφρόσυνου Σαββαίτου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν
ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε,
εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον
μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’
ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ
τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε
τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί
σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν
ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ
τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει
μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη
σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς
μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’.
Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’.
Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ Τροπάρια.
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τῆν ἀῤῥαγῆ Ὀρϑοδοξίας κρηπῖδα, καὶ σωτηρίας τῶν ψυχῶν τὴν ἐλπίδα, τὴν Θεοτόκον
πάντες, προσκυνοῦντες εὐσεβῶς, πόϑῳ αἰτησώμεϑα, τοῦ δωρήσασϑαι χάριν, πᾶσαν ἀντιμάχεσϑαι,
τῶν αἱρέσεων πλάνην, τὴν ἐκ τῶν ἔσω φϑείρουσαν Χριστοῦ, τῆς Ἐκκλησίας, τὸ σῶμα
τὸ ἅγιον.
Δόξα. Ὅμοιον.
Τῆν ἐν προσχήματι τῆς ϑείας ἀγάπης, μεῖξιν ὀθνείαν ἀληϑείας καὶ πλάνης, τῆς εἰδεχϑοῦς
αἱρέσεως τοῦ Οἰκουμενισμοῦ, Δέσποινα διάλυσον, βλασφημοῦσαν ἀφρόνως, ἅπαντα τὰ
δόγματα, τῶν Ἁγίων Πατέρων, καὶ τὰ δαιμόνια τῶν ϑρησκειῶν, ὡς σωπηρίας ὁδοὺς
καταγγέλουσαν.
Καὶ νῦν. Θεοτοκίον.
Ο ὑ σιωπήσωμέν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμὶι γὰρ σὺ
προἵστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ
διεφύλαξεν ἕως νῦν ἐλευϑέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ: σοὺς γὰρ
δούλους σῴζεις ἀεί, ἐκς παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν
με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον
τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας
μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου
ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν
δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις
συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ
τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι
τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Λάμψον Δέσποινα τὸ φῶς τῆς Ὀρϑοδοξίας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄ Ἁρματηλάτην Φαραώ.
Λυσσομανῇ τῆν καταιγίδα κόπασον, αἱρετικῶν ἀσεβῶν, τῶν δολερῶς πᾶσαν, τὴν
Χριστοῦ ἀλήϑειαν, ἐν ὑποκρίσει Δέσποινα, σκοτιζόντων ἀφρόνως, καὶ συγχεόντων τὰ
ὅσια, πᾶσι τοῖς ἀϑέοις βδελύγμασιν.
Ἀπό τῆς λύμης τῶν Λατίνων λύτρωσαι, τὴν Ἐκκλησίαν
Χριστοῦ, τῶν ἐν πολλαῖς πλάναις, βλασφημούντων Ἄχραντε, τὸ ἱερόν σου πρόσωπον,
καὶ τὸ Ἅγιον Πνεῦμα, καὶ τὴν παροῦσαν ματαίωσον, μετ᾽ αὐτῶν γενέσϑαι
ψευδένωσιν.
Μη δεχομένων τὴν τιμήν σοῦ Ἄσπιλε, Προτεσταντῶν τὴν ἀχλύν,
τῶν ἐν πολλοῖς κλάδοις, ἀρνουμένων ἅπαντα, τὰ Ἱερὰ Μυστήρια, καὶ τὰς ϑείας Εἰκόνας,
τῷ σῷ φωτὶ ἐξαφάνισον, τὴν Ὀρϑοδοξίαν λαμπρύνουσα.
Ψεὐδολογοῦντας Ἱεράρχας ἅπάντας, τοὺς ἐπ᾿ ἐσχάτων Ἁγνή,
τοὺς ἀρχηγοὺς πάντων, τῶν ἐχϑρῶν τῆς Πίστεως, συνοδικῶς δεικνύοντας, ὡς ἐργάτας
Κυρίου, τοῦ ἀμπελῶνος κατάργησον, καὶ ὡς ἀνομοῦντας ἐξάλειψον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὀχετῶν συνεδρίων, τῶν ϑρησκειῶν Δέσποινα, τῶν συγκρητισμῷ ἑπομένων, καὶ μίαν ἔχοντα,
κακίστην ϑέλησιν, τῆν πιανϑρησκείαν κομίσαι, ὡς τοῦ Ἄντιχρίστου προδρόμους
διάλυσον.
Νῦν ἐσχάτη ἡ ὥρα, τὸ τοῦ Χριστοῦ ποίμνιον, φύλαξον Παρϑένε
ἐν τάχει, καὶ ἀποδίωξον, τῆς παναιρέσεως, τοὺς προεστῶτας καὶ φίλους, ὡς
ψευδοποιμένας προβάτων παράφρονας.
Δυσσεβείας τὰ ἔργα, τῶν τῆς Στοᾶς σύντριψον, τοῦ
Τεκτονισμοῦ καὶ τῶν κύκλῳ, τούτου συνάξεων, ἅπερ τεκταίνονται. καὶ ἐκ προσώπων
αἰσχύνης, τῆς Ἴεραρχίας τοῦ κλήρου Πανάμωμε.
Ἐλευϑέρωσον Κόρη, ἐξ Οὐνιτῶν ἅπαντας, καὶ Νεορϑοδόξων ἀνόμων,
τοὺς σοὺς ϑεράποντας, τοὺς μη ἐθέλοντας, σχισματικοῖς κοινωνῆσαι, καὶ τοῖς αἱρετίζουσι
κῦρος δωρήσασϑαι.
Διάσωσον, ἀπὸ κινδύνων αἱρέσεων τοὺς σοὺς δούλους, τῶν
ἐκ μέσου τῆς Ἐκκλπσίας φυἔντων Πανάχραντε, συντρίβουσα, τὰς αὐτῶν μεϑοδείας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
῏Ηχος
β΄. Πρεσβεία θερμή.
Δογμάτων Χριστοῦ, ὑπάρχουσα κεφάλαιον, ὡς Μήτηρ, Θεοῦ, κατεύνασον τὸν τάραχον,
τῶν σχισμάτων Δέσποινα, ἀποπλύνουσα πλάνης τὸν βόρβορον, καὶ τὰς αἱρέσεις
κατάστρεψον ταχύ, τῆν πίστιν τρανοῦσα τὴν Ὀρϑόδοξον.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Στῶμεν καλῶς, καὶ ὀρϑοδόξως λατρεύσωμεν, τὸν Σωτῆρα, Ἰησοῦν καὶ Κύριον, τὸν
σαρκωϑέντα ὑπὲρ ἡμῶν, ἐκ τῆς σῆς νηδύος, Θεοκυῆτορ Πανάμωμε, τηροῦντες αὐτοῦ
πάντα, τὰ ἐντάλματα φόβῳ, καὶ τῶν ϑείων Πατέρῶν τὰ δόγματα.
Πεντηκοστῆς, τοὺς καπηλεύοντας Δέσποινα, Παρακλήτου,
πάντα τὰ χαρίσματα, ὡς ϑεομάχους ϑεοστυγεῖς, καὶ τὰ ἐξ Ἰνδίἄς, νεοφανέντα
συστήματα, τὰ δῆϑεν ἐξασκοῦντα, τὴν ψυχὴν καὶ τὸ σῶμα, ὥσπερ κέντρα δαιμόνων
κατάλυσον.
Ὀλοτελῶς, τὴν πονηρίαν φανέρωσον, διαβόλου, τοῖς πιστοῖς
Θεόνυμφε, ἐνεργουμένην δι ἐκλεκτῶν, τῶν Ἀρχιερέων, ϑεολογίσκων ποιμένων τε,
λεγόντῶν τοῖς ἀνθρώποις, σιωπᾶν ἐπὶ πᾶσι, καὶ τηρεῖν τὰ τοῦ κόσμου ἀντίϑεα.
Ἰχνηλατεῖν, τὰ τῶν Ἁγίων παλαίσματα, καὶ μιμεῖσϑαι,
τούτων τὴν ὀρϑόδοξον, καὶ πολιτείἂν καὶ διδαχήν, δίδου Θεοτόκε, τοῖς ἐπ᾽ ἐσχάτων
ἱκέταις σου, ἀφίστασϑαι δὲ πάντων, τῶν ἀγνοίᾳ ἢ γνώσει, ἀϑετούντων Χριστοῦ τὴν ἀληϑείαν.
ᾨδὴ ε΄. Ἵνατί με ἀπώσω.
Νέαν αἵρεσιν παῦσον, τὴν τοῦ μολυσμοῦ ἐν τῷ Ναῷ Ἀμόλυντε, τὴν ἐξ ἀπιστίας, ἀλλοιοῦσαν
τὰ ϑεῖα Μυστήρια, καὶ ὡς ἰατρεῖον, πνευματικὸν τὴν Ἔκκλησίαν, καταργοῦσαν ψυχῆς
τε καὶ σώματος.
Ὰπομάκρυνον Κόρη, Ἰεχωβιτῶν τὴν δολερὰν ἐπέλασιν,
Μονοφυσιτῶν τε, τὴν φρικτὴν μεϑ’ ἡμῶν ἐπανένωσιν, τὴν ἐπὶ τὸ ψεῦδος, στερεωϑεῖσαν
καὶ χιτῶνα, τῆς Χριστοῦ ἀληϑείας ἐκτέμνουσαν.
Τῆν δυσώνυμον λέσχην, Οἱκουμενιστῶν ἀπὸ τῆς γῆς ἀφἄρπασον,
τῶν καταπατούντων, Θεομῆτορ τὰ πάνσεπτα δόγματα, καὶ ἀλλοτριούντων, τῆς σωτηρίἂς
τοὺς ποιμένας, καὶ αὐτῶν τὸ φιλόχριστον ποίμνιον.
Ὀλικῶς Παναγία, τὴν ἔφηηπλωμένην παναίρεσιν ἕκκοψον, ἐν
τῇ Ἐκκλησίᾳ, τοὺς ὀλίγους δεινῶς ἐκδιώκουσαν, τοὺς τειχιζομένους, ἐκ τῶν τῆς
πλάνης ἡγουμένων, τῇ ἐννόμῳ Κανόνων ὀρϑότητι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Φαιδρύνουσα, Θεοτόκε φάνηϑι, τοὺς πιστῶς ὁμολογοῦντάς σε μόνην, ὡς ἀληϑῶς τοῦ
Κυρίου Μητέρα, καὶ ἀκραιφνοῦς μετὰ τόλμης ἐλέγχοντας, τοὺς ἀρνουμένους τὸν
Χριστόν, ἐν προφάσει ψευδοῦς ἀγαπήσεως.
Ὠρύονται, οἱ ψευδεῖς ἐπίσκοποι, καὶ αὐτῶν οἱ ἱερεῖς τῆς
αἰσχύνης, ὑπακοὴν ἀπαιτοῦντες κακίστην, καὶ τὸν λαὸν ἀδεῶς ἐκφοβίζοντες, οἴσπερ
ταχέως Ἀγα-
ϑή, τῆν ὀργὴν κατ᾽ ἀξίαν ἀπόστειλον.
Συμπόδισον, Θεοτόκε Ἄχρανε τὴν φρικώδη ἐν ναοῖς
βλασφημίαν, Πατριαρχῶν τῶν ϑελόντῶν ἀρέσαι, τοῖς ἀλλοϑρήσκοις τοῦ μίσους
λεγόντων τε, τὸ Εὐαγγέλιον Χριστοῦ, κορανίῳ ὡς δεῖ συναρμόττεσϑαι.
Τῆν αἵρεσιν, Θεοτόκε κάϑελε, τῶν μεταπατερικῶν ϑεολόγων,
ἀντιβαινόντων τοῖς ϑείοις Πατρᾶσι, φιλοσοφίας ἐπάρσει καὶ ὅρια, μετακινούντων τὰ
σεπτά, ἐν τῇ πίστει ἡμῶν καὶ αἰώνια.
Διάσωσον, ἀπὸ κινδύνων αἵρέσεων τοὺς σοὺς δούλους, τῶν
ἐκ μέσου τῆς Ἐκκλησίας φυἐντων Πανάχραντε, συντρίβουσα, τὰς αὐτῶν μεϑοδείας..
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων
τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος
β΄. Προστασία τῶν χριστιανῶν.
Καϑαιρέτις τῶν αἱρετικῶν ἀπροσμάχητε, καὶ ἡγέτις τῶν ἀγωνιστῶν ἀκατάβλητε, μη ἐάσῃς,
τῆν Ἐκκλησίαν Μῆτερ τοῦ Θεοῦ, δεινῶς, φϑίνουσαν ἅπανταχοῦ, ἀπὸ τῶν ἔνδοϑεν αὐτῆς,
ἀδικούντων τὸ ποίμνιον, φύλαξον τὸν ναόν σου, καὶ στήριξον
τὸν λαόν σου, ἄχρι ϑανάτου Ἀγαϑή, ὀρϑοδόξως πορεύεσϑαι.
Καὶ εὐϑὺς τὸ Προκείμενον.
Μνἡσϑήσομαι τοῦ ὀνόματός σου πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, ϑύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὗς σου, καὶ ἐπιλάθου τοῦ λαύ
σου, και τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιϑυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνοματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησϑήσομαι.
Εὐαγγέλιον, Ἐ τοῦ κατᾶ Λουκᾶ (Κεφ. ι΄
38-42, τα΄ 271-28).
Τῶ καιρῷ ἐκείνῳ, εἰσῆλϑεν ὁ Ἰησοῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρϑα ὑπεδέξατο
αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφῆ καλουμένη Μαρία, ἢ καὶ παρακαϑήσασα
παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρϑα περιεσπᾶτο περὶ πολλὴιν
διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μοῦ μόνην με
κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριϑεὶς δὲ ὁ Ἰησοῦς,
εἶπεν αὐτῇ· Μάρϑα Μάρϑα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία.
Μαρία δὲ τὴν ἀγαϑῆν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεϑήσεται ἀπ’ αὐτῆς. Ἐγένετο
δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνή φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ·
μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὖς ἐϑήλασας. Αὐτὸς δὲ εἶπε· μενοῦνγε.
Μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.
Δόξα.
Ταῖς τῆς ἀπωλείας αἱρέσεις Παναγία, ἐξάλειψον δυνάμει, τοῦ Υἱοῦ σου τῇ ϑείᾳ.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι.
Τεῖχος
καὶ προπύργιον, τῶν ϑεοφόρων Πατέρων, Δέσποινα ὑπάρχουσα, καὶ τῆν Ἐκκλησίαν
διαφυλάττουσα, τοὺς κακοὺς ἔξωσον, μισϑωτοὺς ποιμένας, ὥσπερ λύκους ἐν ἐνδύμασι,
προβάτων φϑείροντας, ἅπαν Ὀρϑοδόξων τὸ πλήρωμα, ὁμοῦ δε καταλύοντας, ἱερατικὸν
τὸ ἀξίωμα, ἀγαπολογίᾳ, ψευδεῖ καὶ ἀπαρνήσει τοῦ Χριστοῦ, μοναδικοῦ ὡς Σωτῆρος
τε, καὶ Κριτοῦ τοῦ μέλλοντος.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Καϑ’ αἱρέσεων ῥομφαία, στρεφομένη τε κατὰ τῶν ἕκατέραν, οὐσιῶν τοῦ Χριστοῦ, μὴ
δεχομένων ὕβρει, Θεογεννῆτορ σύντριψον, τοὺς καπήλους ἐν τῇ πίστει.
Σκέδασον Κόρη τὴν μανίαν, τῶν αἱρέσεων καὶ τὴν Ὄρϑοδοξίαν,
νικηφόρον ταχύ, ἀνάδειξον βοῶσαν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὂλην τὴν πλάνην τῶν αἰώνων, ἐφανέρωσεν εἰς μίαν
Χριστοκτόνον, ἐπ᾿ ἐσχάτων φρικτήν, παναίρεσιν ὁ πλάνος, ἀλλὰ Παρϑένε πάταξον, τὸ
αὐτοῦ εὔϑραυστον κράνος.
‘Ρώμῃ Χριστοῦ τοῦ σαρκωϑέντος, ἐκ λαγόνων σου ἀφάνισον
ταχέως, τοὺς τολμῶντας Ἁγνή, ϑρησκείας συνενῶσαι, καὶ μόνην τὴν ἀλήϑειαν, τὴν ὀρϑόδοξον
στρεβλῶσαι.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει.
Θεολόγους τιμώρησον ἀλόγους, προδιδόντας Χριστόν, κατὰ τοὺς διαλόγους, τῆς Ἐκκλησίας
τούτους ἀπελαύνουσα, Κόρη ὡς ἐργάτας, καὶ ὡς ἐκπροσώπους, τοῦ ἄρχοντος τοῦ
σκότους.
Ὀργανώσεις τῶν πονηρῶν ἀνϑρώπων, καὶ διώκτας κρυπτούς,
κατὰ τῶν Ὀρϑοδόξων, Σιωνιστάς, Μασόνους, γοητεύοντας, ὡς κατεφϑαρμένους,
Δέσποινα τελείως, ἀφόπλισον ῥαδίως.
Διὰ φϑόνον Χριστοῦ τῆς Ἐκκλησίας, συνενοῦνται λαοί,
κατὰ τῆς εὐσεβείας, ἀλλὰ Παρϑένε τήρησον τοὺς δούλους σου, ἐκ τοῦ Ἀντιχρίστου,
τῆς πλαστογραφίας, ἡμῶν τῆς σωτπρίας.
Ὀδωδυῖα Πανάμωμε ὑπάρχει, ἡ δειλία πολλῶν, ποιμένων καὶ
ἡ πλάνη, τοῦ σιωπᾶν καὶ μόνον τοῦ προσεύχεσϑαι, τῆς Ὀρϑοδοξίας, ἐν τῇ οἰκουμένῃ,
δεινῶς κινδυνευούσης.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ξενήκουστος ὑπάρχει καὶ φοβερά, ἡ ἐσχάτη παναίρεσις Ἄχραντε, καὶ βδελυρά,
προοδοποιοῦσα τῆν μιαράν, τοῦ Ἄντιχρίστου ἔλευσιν, καὶ ἀποσοβοῦσα τοὺς ἱερούς,
Πατέρας καὶ Κανόνας, ἐξ ἧς Παρϑένε ῥῦσαι, τοὺς καταφεύγοντας τῇ σκέπῃ σου.
Ἰσχύϊ τῇ ἀμάχῳ σου Ἀγαϑή, ϑεομάχους καταίσχυνον ἅπαντας,
ὡς ἀσεβεῖς, τοὺς Βαρλααμίτας νεοφανεῖς, πορευομένους πάντοτε, τῇ φιλοσοφίᾳ τῆς
λογικῆς, καὶ ὅλως ἀρνουμένους, τὴν σῴζουσαν τὸν κόσμον, τῆς Θείας Χάριτος ἐνέργειαν.
Ὰλλότρια τῆς πίστεως τῆς ὁρϑῆς, ἱερέων ὁ γάμος ὁ
δεύτερος, καὶ οἱ μεικτοί, ἡ δὲ ἐν τῷ γάμῳ διαστροφή, τῶν παρὰ φύσιν σχέσεων, καὶ
ἡ τῆς νηστείας περικοπή, ὑπάρχει Θεοτόκε, καὶ ἡ δοκιμασϑεῖσα, ἐν τῇ λατρείᾳ ἀνανέωσις.
Σὠφρόνισον Παρϑένε τοὺς εὐσεβεῖς, εὐλαβῶς βεβλαμμένοῦς
ποιμένας τε καὶ ἱερεῖς, τοῦ ἀντισταϑῆναι τοῖς πονηροῖς, Ἀρχιερέων ῥήμασι, καὶ
τοῖς τῶν ἀρχόντων νόμοις καινοῖς, παρακελευομένοις, ἀχρείαν προσωπίδα, ἐν τῷ ναῷ
μεταχειρίζεσθαι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν
Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πἄσαν
τῶν αἱρέσεων τὴν πληϑύν, Οἰκουμενισμοῦ τε, τὴν παναίρεσιν τὴν φρικτήν,
συναποστραφῶμεν, ὡς δρόμους ἀπωλείας, εὐχαῖς καὶ βοηϑείᾳ, τῆς Θεομήτορος.
Τοὺς τῶν ἀστηρίκτων σαγηνευτας πάντων τε Ἁγίων, καὶ ἀγάπης
καπηλευτάς, συμπροσευχομένους, μετὰ τὼν ἀλλοπίστῶν, δυνάμει τῆς Πανάγνου,
ἐπιτιμήσωμεν.
Θεἴα τοῦ Σωτῆρος οὖσα λαβίς, ἀπόκοψον Κόρη, ἱερέων τοὺς
ἀσεβεῖς, τοὺς ἄνευ λαβίδος, ἁγίας ἀλλοιοῦντας, τὴν Θείαν Κοινωνίαν, καὶ τὴν
Παράδοσιν.
Τοὺς τὸ προσωπεῖον τῆς ἀρετῆς φέροντας ἀφρόνως, ὀρϑοδόξους
Ἀρχιερεῖς, καὶ τὰς προσωπίδας, προτρέποντας φορέσαι, ἡμᾶς ἐν τῷ ναῷ σου,
Δέσποινα φίμωσον.
Μόνου ὥσπερ Μήτηρ τοῦ Λυτρωτοῦ, ἀπάλλαξον πάντας, ἐκ τῆς
πλάνης τοῦ πονηροῦ, τῆς ἐπικροτούσης, παντοίας τὰς αἱρέσεις, ὡς τρίβους
σωτηρίας, ὦ τῆς συγχύσεως!
Χαίροις Ὀρϑοδόξων καταφυγή, καὶ τῶν κακοδόξων, ἡ
τελεία καταστροφή, χαίροις δυσσεβούντων, Παρϑένε καταπέλτης, καὶ τῶν
πεπλανημένων, ἡ ἐπανόρϑωσις.
Φὕλαξον τὸ ποίμνιον τὸ μικρόν, Δέσποινα ἐκ βλάβης, τῶν
πολλῶν Οἰκουμενιστῶν, καὶ τὴν Ἐκκλησίαν, ζῶσαν καὶ ἔλευϑέραν, συντήρει ἐν ἐρήμῳ,
τίκτουσαν μάρτυρας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων
ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι
ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος
ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις
ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας
ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου·
ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς.
Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν,
ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ
Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν
αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον
ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν,
ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν
ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί
τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους
τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Πάντων προστατεύεις.
Πάντας, τοὺς τῆς πίστεως ἐχϑρούς, Οἰκουμενιστὰς καὶ Μασόνους, τοὺς ἐκ τῶν ἔσω Ἁγνή,
ὅλην διαφϑείροντας τὴν Ἐκκλησίαν Χριστοῦ, ἀποδίωξον τάχιστα, ὡς μόνη Κυρία,
μόνη Ἀειπάρϑενος, Μήτηρ τοῦ μόνου Θεοῦ, ἵνα, ἐν τῷ ϑείῳ Ναῷ σου, ὥσπερ στρατηγῷ
ὑπερμάχῳ, πάλιν ὀρϑοδόξως σοι προσπέσωμεν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον·
Τοὺς ἐπισκόπους αἱρετίζοντας αἶρε.
ἀπὸ τῆς ποίμνης τοῦ Κυρίου Παρϑένε.