Νεομάρτυς Νικόλαος -῾Ο ἐξ ̉Ιωαννίνων καί ἐν Σόφια μαρτυρήσας τό 1555 (῾Η μνήμη του ἑορτάζεται τὴν 17ην Μαΐου)
Νεομάρτυς Νικόλαος ὁ ἐξ ̉Ιωαννίνων
̒Ο ἅγιος Νικόλαος, γεννήθηκε στά ̉Ιωάννινα. Τό ἐπάγγελμά του ἦταν τσαγκάρης καί διακρινόταν γιά τήν εὐσέβειά του καί τήν ἐργατικότητά του. Οἰκονομικοί λόγοι τόν ἀνάγκασαν νά πάει στή Σόφια ὅπου οἱ ̉Οθωμανοί προσπάθησαν νά δεχτεῖ τήν πίστη τους. Αὐτός ὅμως ἦταν σταθερός στήν ̉Ορθοδοξη πίστι του καί τότε αὐτοί ἀποφάσισαν νά τόν ξεγελάσουν γιά νά ἀλλαξοπιστήσει. Τόν κάλεσαν γιά φαγητό, τοῦ ἔβαλαν ἕνα ὑπνωτικό χάπι στόν καφέ κι ὅταν τόν πῆρε ὁ ὕπνος τόν ἔκαναν περιτομή. ῾Ο Νικόλαος, ὅταν κατάλαβε τί τοῦ εἶχαν κάνει, ἔφυγε καί κρύφτηκε γιά ἕνα χρόνο. ῞Οταν τόν βρῆκαν τόν κάλεσαν νά πάει στό τζαμί, ἀλλ̉ ἐκεῖνος ἀρνήθηκε. Τότε τόν ἔδεσαν καί τόν βασάνισαν. Τόν ὁδήγησαν στόν Κατί, ἀλλά αὐτός δέν τόν βρῆκε ἔνοχο καί ζήτησε νά ἀφεθεῖ ἐλεύθερος. Τό θυμωμένο, ὅμως, πλῆθος τόν ἔσυρε ἔξω ἀπό τήν πόλη καί τόν λιθοβόλησε μέχρι θανάτου στίς 17 Μαΐου 1555.
Μετά τόν θάνατό του, τά λείψανά του κάηκαν καί οἱ στάχτες σκορπίστηκαν γιά νά ξεχαστεῖ, ἀλλ̉ ὁ ἱερέας Ματθαῖος ὁ Γραμματικός ἔστειλε ἕνα χριστιανόπουλο νά μαζέψει κομμάτια ἀπό τά λείψανά του καί τά ἐνταφίασε. ῾Ο ἴδιος πού ἦταν αὐτόπτης μάρτυρας τῶν μαρτυρίων καί τοῦ θανάτου του, ἔγραψε τόν βίον του. Τό χειρόγραφο αὐτό φυλάσσεται στό ̉Εθνικό ̉Εκκλησιαστικό ῾Ιστορικό - ̉Αρχαιολογικό ̉Ινστιτοῦτο τῆς ῾Ιερᾶς Συνόδου, στή Σόφια.
̉Αργότερα ὁ Μητροπολίτης Σόφιας Ιάκωβος συγκάλεσε σύνοδο ἡ ὁποία ἁγιοκατάταξε τόν ῞Αγιο Νικόλαο καί. τοποθέτησε τά λείψανά του σέ λάρνακα.
Παρακλητικὸς Κανὼν
εἰς τὸν Νεομάρτυρα Νικόλαον τῆς Σόφιας
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:
Ἦχος δ´. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…
Τὸν στρατιώτην τοῦ Χριστοῦ δεῦτε πάντες* τῶν ̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατανύξει κράζοντες ἐκ μέσης ψυχῆς* ῥῦσαι, ὦ Νικόλαε,* τῆς ̉Εκκλησίας τὸ εὖχος,* ἡμᾶς τοὺς σοὶ προστρέχοντας ἐκ ποικίλων κινδύνων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμαστέ,* σὺ ̉Ορθοδόξων φρουρὸς ὁ ἀκοίμητος.
Δόξα Πατρὶ… ̉ Απολυτίκιον. Ἦχος γʹ. Τῆς ἐρήμου πολίτης.
̉Ιωαννίνων τὸν γόνον,* Βουλγαρίας τὸ σέμνωμα,* τῶν Νεομαρτύρων τὸ κλέος* καὶ πιστῶν τὸ ἀγλάϊσμα,* Νικόλαον, ὑμνήσωμεν πιστοί,* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς* τοὺς πίστει ἀνακράζοντας˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ στεφανώσαντι* δόξα τῷ ἀναδείξαντι ἡμῖν* σὲ ἰατρὸν ἀνάργυρον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμός καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]
ᾨδὴ α´. Ὺγράν διοδεύσας…
Πολλοῖς συνεχόμενος πειρασμοῖς* πρὸς σὲ καταφεύγω,* Νεομάρτυς θαυματουργε·* καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι* ἣν δώρησόν μοι ταχέως, Νικόλαε.
Προσπίπτομεν πάντες ἱκετικῶς* αἰτούμενοι πόθῳ ταῖς λιταῖς σου πρὸς τὸν Θεόν,* ὅπως παράσχῃ ἡμῖν, ἀθλοφόρε,* πνεῦμα ἀγάπης καὶ πίστεως, ἔνδοξε.
Νικόλαε, κλέος Χριστιανῶν* ἐγὼ ὁ ἀχρεῖος* ἱκετεύω σε ταπεινῶς* παράσχου ἐμοὶ τῷ ἀναξίῳ* πνεῦμα συνέσεως, μάρτυς πανένδοξε.
Θεοτόκιον.
Χαῖρε, Πανάχραντε Μαριάμ,* ̉Αγγέλων ἡ δόξα* καὶ ἀνθρώπων ἡ χαρμονή,* δεόμεθά σου ἀπαύστως οἱ ἀχρείοι,* ὑπὲρ ἡμῶν τὸν Υἱὸν Σου, ἱκέτευε.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος...
Τοῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀγρούς, Νεομάρτυς, καὶ οἰκίας* σὺ διαφύλαξον,* ἵνα ὑμνοῦμεν σὲ* τὸν τοῦ Χριστοῦ στρατιώτην* τῶν πιστῶν τὸ στήριγμα* καὶ κατάφύγιον.
῾Ικετεύω σέ, μάρτυς,* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξον* σὺ γάρ, Νικόλαε,* τὸν Λυτρωτὴν καὶ Σωτήραν,* ἐκ παιδὸς ἠγάπησας* Πανοσιώτατε.
Τῶν τυφλῶν βακτηρία καὶ ἀσθενῶν ἴασις* καὶ τῶν ἐν ἀναγκαις ποικίλαις* μέγας ἐπίκουρος* καὶ ὁδηγὸς ἀσφαλὴς τῶν ̉Ορθοδόξων ἐφάνης* ὀρφανῶν δὲ στήριγμα, μάρτυς Νικόλαε.
Θεοτοκίον.
̉Εκ τροχαίου, Παρθένε,* σὺ διαφύλαττε* πάντας τοὺς προστρέχοντας πόθῳ* τῇ προστασίᾳ Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή,* τὴν σὴν βοήθειαν πίστει* καὶ Χριστὸν δοξάζοντας,* Θεομακάριστε.
Διάσωσον* ἀπὸ κινδύνων, Νικόλαε, σοῦ ἱκέτας,* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύγομεν* τὸν μέγαν τῶν ̉Ορθοδόξων προστάτην.
̉Επίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις ὑπὸ τοῦ Ιερέως καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή...
Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος τὸ ἀπόρθητον,* ἐλέους πηγὴ* καὶ πιστῶν καταφύγιον,* ἐκτενῶς βοῶμεν σοι,* Νεομάρτυς Χριστοῦ Νικόλαε, πρόφθασον* καὶ παράσχου ἀκλινὴν* ὑγείαν τοῖς σοι πίστει προσφέγουσι.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε...
Τῶν παθῶν μου τὸν τάραχον,* Νεομάρτυς Νικόλαε, σὺ τάχος κατάπαυσον* καὶ τὸν κλύδωνα κατεύνασον* τῶν ἐμῶν πταισμάτων, Θεοδόξαστε.
Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Νέομάρτυς Νικόλαε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
Τὴν ῾Ελλάδα προστάτευσον* ἐκ τοῦ σεισμοῦ, Νέομάρτυς Νικόλαε,* καὶ πιστοῖς λιταῖς σου χάρισε* ἀνεπαίσχυντα τὰ τέλη, ῞Αγιε.
Θεοτοκίον.
Θεοτόκε Πανάχραντε,* τὸν Υἱὸν Σου πάντες σε ἱκετεύομεν* ἐξευμένησον καὶ πράϋνον* καὶ ἡμᾶς σωθῆναι καταξίωσον.
῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.
Δέομαι θερμῶς,* Νεομάρτυς Νικόλαε,* σὺ τὴν μανίαν τοῦ πυρός, θαυματουργέ,* ταῖς πρὸς τὸν Κύριον ἐντεύξεσι κατάπαυσον.
Νόσων ἰατρὸς* ἀνεδείχθης, Θεοδόξαστε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς* καὶ ἐξαιτοῦμεν παρασχεῖν ἡμῖν μετάνοιαν.
Θεοτοκίον.
Χαῖρε, Μαριάμ,* Θεοτόκε ̉Αειπάρθενε,* ὃν ἐγέννησας Χριστὸν διὰ παντὸς* μὴ ἐλλείπῃς, ἐκμειλίττουσα ἱκέτας Σου.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…
̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* Νικόλαε, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμεθα γονυκλινῶς,* Νεομάρτυς, ἡμεῖς οἱ ἀνάξιοι.
Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱκετεύει ἀπαύστως* ῥῦσαι, παμμάκαρ Νικόλαε, τάχος* ἐκ τῶν ποικίλων λοιμώξεων ἅπαντας* καὶ Κύριον τῶν οὐρανῶν* καὶ τῆς γῆς καταπράϋνον δέομαι.
Νικόλαε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
̉Απαύστως σὲ ἱκετεύω ὁ τάλας* μὴ παρίδης σὸν ἱκέτην, Παρθένε,* ἀλλὰ παράσχου ἐμοὶ τῷ ἀθλίῳ* ὑπομονὴν καὶ ταπείνωσιν δέομαι* καὶ δίδου μοι εὐθυπορεῖν* πρὸς ὁδοὺς τοῦ Υἱοῦ Σου, Θεόνυμφε.
Διάσωσον* ἀπὸ κινδύνων, Νικόλαε, σοῦ ἱκέτας* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύγομεν* τὸν μέγαν τῶν ̉Ορθοδόξων προστάτην.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κοντάκιον. Ἦχος βʹ. Προστασία...
Σὺ προστάτης τῶν ̉Ορθοδόξων ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Πλαστουργὸν ἀμετάθετος,* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς˙* ἀλλὰ πρόφθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν πιστῶς δεομένων σοι˙* δέχου τὰς παρακλήσεις* καὶ σπεῦσον εἰς ἱκεσίαν,* σὺ εἶ προστάτης θερμός,* Νεομάρτυς, τῶν τιμῶντών σε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δʹ.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. (δίς)
Στίχος: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος…
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι…
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ ̉Ιωάννην. (Κεφ. ιεʹ17-27, ιςʹ 1-2)…
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει˙ ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν˙ οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν˙ εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον˙ νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ῾Ο ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον˙ νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ̉Αλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ῞Οταν δὲ ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ˙ καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ̉ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. ̉Αποσυναγώγους ποιήσουσιν ὑμᾶς˙ ἀλλ̉ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Ταῖς τοῦ Νικολάου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν …
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου..
Προσόμοιον. Ἦχος πλ. βʹ. ῞Ολην ἀποθέμενοι...
Μὴ ἐγκαταλείπεις με τῶν ̉Ορθοδόξων προστάτα* τὸν θερμῶς προστρέχοντα* καὶ γονυκλινῶς αἰτοῦντα βοήθειαν˙* νόσοι κατέβαλον ὅλον μου τὸ σῶμα* καὶ τὴν ψυχὴν μου κατεράκωσαν πάθη δυσίατα* ὡς καὶ πειρασμοὶ ἀκατάβλητοι,* πάντοθεν περικέκλεισμαι καὶ παρηγορίαν οὐκ ἔχω πλήν σου,* Νικόλαε μάρτυς,* προπύργιον ἁπάντων τῶν πιστῶν* καὶ τῆς νεότητος, ἔνδοξε,* φρουρὸς ὁ ἀκοίμητος.
Ὁ Ἱερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου …
Ὁ Χορός: Κύριε, ἐλέησον (δωδεκάκις).
Ὁ Ἱερεύς: Ἐλέει καὶ οἰκτιρμοῖς…
Καὶ αἱ λοιπαὶ ᾨδαὶ τοῦ Κανόνος
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...
̉Ιησοῦν τὸν Σωτήρα* ὃν ἠγάπησας, μάρτυς, ταχὺ δυσώπησον* ῥυσθῆναι τῶν πτασμάτων* ψυχῆς τε μολυσμάτων* τοὺς ἐν πίστει κραυγάζοντας˙* χαῖρε, πιστῶν ὁ φρουρὸς* καὶ πάντων ὁ προστάτης.
Λειτουργοὺς τοῦ ῾Υψίστου,* Νικόλαε, λιταῖς σου πάντες δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ζῆλον,* ἵνα πόθῳ βοῶμέν σοι˙* χαῖρε, ῾Ελλάδος βλαστὲ* καὶ κλέος Βουλγαρίας.
Νικητὰς ἁμαρτίας* τοὺς πιστοὺς συ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεόμεθα ἁπαύστως* διὸ σοι καταφεύγομεν,* Νικόλαε θαυμαστέ,* πιστῶν ἡ βακτηρία.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη,* σὸν Υἱὸν καθικέτευε σοῦ δεόμεθα* ὑπὲρ τῶν σὲ ὑμνοῦντων* καὶ σὲ δοξολογοῦντων* καὶ ἁπαύστως βοῶντων σοι˙* Χαῖρε, λιμὴν ἀσφαλὴς* ἡμῶν τῶν ̉Ορθοδόξων.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
Τὸν Βασιλέα τῶν οὐρανῶν, Νεομάρτυς,* καθικέτευε πάντες αἰτοῦμεν,* ὅπως ἡμῖν παράσχῃ* ἀνώδυνα τὰ τέλη.
Τοὺς ἐξαιτοῦντας* τὴν σὴν βοήθειαν πίστει* μὴ παρίδῃς, Νικόλαε μάρτυς,* ἀλλὰ συ παράσχου* λιταῖς σου ὑγιείαν.
Τὰς ἀσθενείας ἡμῶν ταχὺ θεραπεύει* σαῖς λιταῖς* ὁ τῶν ὅλων, Δεσπότης,* διὸ σε ὑμνοῦμεν,* Νικόλαε τρισμάκαρ.
Θεοτοκίον.
Τὴν Θεοτόκον τῶν ̉Ορθοδόξων τὰ πλήθη* ἀνυμνοῦσι ἁπαύστως βοῶντες˙* Χαῖρε, Θεομῆτορ,* πιστῶν χαρὰ καὶ κλέος.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...
Λιμὴν συ καὶ προστάτης* τῶν σοι προσφευγόντων* γενοῦ, Νικόλαε, Σόφιας τὸ καύχημα,* καὶ ἰατρὸς τῶν νοσοῦντων,* ὦ θαυματόβρυτε.
Τὰ τέκνα ̉Ορθοδόξων,* Νικόλαε μάκαρ,* ἐκ τῆς ἀπιστίας σὺ διαφύλαττε* καὶ εἰς νομὰς τοῦ Κυρίου* ταῦτα ὁδήγησον.
Τοὺς ὄγκους θεραπεύει,* Νικόλαε μάρτυς,* ταῖς λιταῖς σου, ὁ ῎Αναρχος,* διὸ πρὸς σὲ οἱ νοσοῦντες* πίστει προσφεύγουσι.
Θεοτοκίον.
῾Ημᾶς τοὺς ̉Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρείοι,* Θεομακάριστε.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Χαίροις Νεομάρτυς, τοῦ ̉Ιησοῦ˙* Βουλγαρίας κλέος* καὶ ῾Ελλήνων καταφυγή.* Χαίροις τῶν νοσοῦντων* ἀνάργυρος θεράπων,* Νικόλαε τρισμάκαρ,* πιστῶν τὸ στήριγμα.
Τῶν ̉Ιωαννίνων γόνος λαμπρὸς* καὶ τῆς Βουλγαρίας* ἄνθος εὔοσμον καὶ τερπνόν,* τῶν δὲ ̉Ορθοδόξων,* Νικόλαε, κατέστης* ἀνάργυρος θεράπων* καὶ καταφύγιον.
Πάντων τῶν νοσοῦντων σὲ ἰατρὸν* καὶ τῶν ἐν ἀνάγκαις* προστάτην καὶ βοηθόν,* χηρῶν τε καὶ πενήτων* φρουρὸν σε καὶ τροφέα,* Νικόλαε τρισμάκαρ,* Χριστὸς ἀνέδειξε.
Δόξα ἐκκλησίας καὶ χαρμονή,* μάρτυς, ἀνεδείχθης* καὶ προπύργιον τῶν πιστῶν* καὶ τῆς νεολαίας,* φρουρὸς τε καὶ προστάτης,* Νικόλαε μάκαρ,* ̉Αγγέλων σύσκηνε.
̉̉Εν τῇ Βουλγαρίᾳ, θαυματουργέ,* ἐν ἐσχάτοις χρόνοις* ὁμολόγησας τὸν Χριστόν,* Νικόλαε μάρτυς,* καὶ ἔλαβες στεφάνους* διὸ νῦν ἐν Παραδείσῳ* ἀγάλλει, πάντιμε.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός: Τὸ Τρισάγιον, Πάτερ ἡμῶν…, καὶ τὸ ̉Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου…
̉Ιωαννίνων τὸν γόνον,* Βουλγαρίας τὸ σέμνωμα,* τῶν Νεομαρτύρων τὸ κλέος* καὶ πιστῶν τὸ ἀγλάϊσμα,* Νικόλαον, ὑμνήσωμεν πιστοί,* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς* τοὺς πίστει ἀνακράζοντας˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ στεφανώσαντι* δόξα τῷ ἀναδείξαντι ἡμῖν* σὲ ἰατρὸν ἀνάργυρον.
Δέησις ὑπό τοῦ ῾Ιερέως, μικρὰ ἀπόλυσις καὶ τὸ:
῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.
Δέχου παρακλήσεις ἱκετῶν,* δέχου ̉Ορθοδόξων δεήσεις* ὦ, Νεομάρτυς Χριστοῦ,* ἄλλον γὰρ οὐκ ἔχομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπιμπλάμενοι* ἀόκνως, φωσφόρε,* σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν˙* ῞Αγιε Νικόλαε, σπεῦσον* ῥῦσαι τοὺς ἱκέτας σου τάχος* ἐκ πάσης περιστάσεως καὶ θλίψεως.
῏Ηχος πλ. δʹ.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. ̉Αμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου