Σάββατο, Μαΐου 16, 2026

 

Νεομάρτυς Νικόλαος -῾Ο ἐξ ̉Ιωαννίνων καί ἐν Σόφια μαρτυρήσας τό 1555 (῾Η μνήμη του ἑορτάζεται τὴν 17ην Μαΐου)

Νεομάρτυς Νικόλαος ὁ ἐξ ̉Ιωαννίνων

̒Ο ἅγιος Νικόλαος, γεννήθηκε στά  ̉Ιωάννινα. Τό ἐ­πάγ­γελμά του ἦταν τσα­γκάρης καί διακρινόταν γιά τήν εὐσέβειά του καί τήν ἐργατικότητά του. Οἰ­κονομικοί λόγοι τόν ἀνάγκασαν νά πάει στή Σόφια ὅπου οἱ ̉Οθωμανοί προσπάθησαν νά δεχτεῖ τήν πί­στη τους. Αὐτός ὅμως ἦταν σταθερός στήν  ̉Ορθοδο­ξη πίστι του καί τότε αὐτοί ἀποφάσισαν νά τόν ξεγε­λάσουν γιά νά ἀλλαξοπιστήσει. Τόν κάλεσαν γιά φαγητό, τοῦ ἔβαλαν ἕνα ὑπνωτικό χάπι στόν καφέ κι ὅταν τόν πῆρε ὁ ὕπνος τόν ἔκαναν περιτομή. ῾Ο Νι­κόλαος, ὅταν κατάλαβε τί τοῦ εἶχαν κάνει, ἔφυγε καί κρύφτηκε γιά ἕνα χρόνο. ῞Οταν τόν βρῆκαν τόν κά­λεσαν νά πάει στό τζαμί, ἀλλ̉ ἐκεῖνος ἀρνή­θηκε. Τότε τόν ἔδεσαν καί τόν βασάνισαν. Τόν ὁδήγησαν στόν Κατί, ἀλλά αὐτός δέν τόν βρῆκε ἔνοχο καί ζήτη­σε νά ἀφεθεῖ ἐλεύθερος. Τό θυμωμένο, ὅμως, πλῆθος τόν ἔσυρε ἔξω ἀπό τήν πόλη καί τόν λιθοβόλησε μέ­χρι θανάτου στίς 17 Μαΐου 1555.

   Μετά τόν θάνατό του, τά λείψανά του κάηκαν καί οἱ στάχτες σκορπίστηκαν γιά νά ξεχαστεῖ, ἀλλ̉ ὁ ἱε­ρέας Ματθαῖος ὁ Γραμματικός ἔστειλε ἕνα χριστια­νόπουλο νά μαζέψει κομμάτια ἀπό τά λείψανά του καί τά ἐνταφίασε. ῾Ο ἴδιος πού ἦταν αὐτόπτης μάρ­τυρας τῶν μαρτυρίων καί τοῦ θανάτου του, ἔγραψε τόν βίον του. Τό χειρόγραφο αὐτό φυλάσσεται στό  ̉Εθνικό  ̉Εκκλησιαστικό ῾Ιστορικό - ̉Αρχαιολογικό  ̉Ιν­στιτοῦτο τῆς ῾Ιερᾶς Συνόδου, στή Σόφια.

   ̉Αργότερα ὁ Μητροπολίτης Σόφιας Ιάκωβος συγκά­λεσε σύνοδο ἡ ὁποία ἁγιοκατάταξε τόν ῞Αγιο Νικό­λαο καί. τοποθέτησε τά λείψανά του σέ λάρνακα.

Παρακλητικὸς Κανὼν

εἰς τὸν Νεομάρτυρα Νικόλαον τῆς Σόφιας

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:

Ἦχος δ´. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τὸν στρατιώτην τοῦ Χριστοῦ δεῦτε πάντες* τῶν  ̉Ορ­θοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατα­νύξει κράζοντες ἐκ μέσης ψυχῆς* ῥῦσαι, ὦ Νικόλαε,* τῆς  ̉Εκκλησίας τὸ εὖχος,* ἡμᾶς τοὺς σοὶ προστρέχο­ντας ἐκ ποικίλων κινδύνων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμαστέ,* σὺ  ̉Ορθο­δόξων φρουρὸς ὁ ἀκοίμητος.

Δόξα Πατρὶ…  ̉ Απολυτίκιον. Ἦχος γʹ. Τῆς ἐρήμου πολίτης.

̉Ιωαννίνων τὸν γόνον,* Βουλγαρίας τὸ σέμνω­μα,* τῶν Νεομαρτύρων τὸ κλέος* καὶ πιστῶν τὸ ἀγλά­ϊσμα,* Νικόλαον, ὑμνήσωμεν πιστοί,* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδα­πᾶς* τοὺς πίστει ἀνακράζοντας˙* δόξα τῷ σὲ δοξάσα­ντι Χριστῷ,* δόξα τῷ σὲ στε­φανώσαντι* δόξα τῷ ἀνα­δείξαντι ἡμῖν* σὲ ἰα­τρὸν ἀνάργυρον.

Καὶ νῦν…  Θεοτόκιον.

Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρε­σβεύουσα* τς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σού­των κινδύ­νων;* Τς δὲ διεφύλαξεν ἔως νῦν ἐ­λευθέ­ρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοί­ων δει­νῶν.

῾Ο Νʹ (50ος) Ψαλμός καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]

ᾨδὴ α´. Ὺγράν διοδεύσας…

Πολλοῖς συνεχόμενος πειρασμοῖς* πρὸς σὲ κα­ταφεύγω,* Νεομάρτυς θαυματουργε·* καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι* ν δώρησόν μοι ταχέως, Νικόλαε.

Προσπίπτομεν πάντες ἱκετικῶς* αἰτούμενοι πόθῳ ταῖς λιταῖς σου πρὸς τὸν Θεόν,* ὅπως παράσχῃ ἡμῖν, ἀθλοφόρε,* πνεῦμα ἀγάπης καὶ πίστεως, ἔνδοξε.

Νικόλαε, κλέος Χριστιανῶν* ἐγὼ ὁ ἀχρεῖος* ἱ­κετεύω σε ταπεινῶς* παράσχου ἐμοὶ τῷ ἀνα­ξίῳ* πνεῦμα συνέσεως, μάρτυς πανένδοξε.

Θεοτόκιον.

Χαῖρε, Πανάχραντε Μαριάμ,*  ̉Αγγέλων ἡ δό­ξα* καὶ ἀνθρώπων ἡ χαρμονή,* δεόμεθά σου ἀπαύ­στως  οἱ ἀχρείοι,* ὑπὲρ ἡμῶν τὸν Υἱὸν Σου, ἱκέτευε.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος...

Τοῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβε­σον,* ἀ­γρούς, Νεομάρτυς, καὶ οἰκίας* σὺ δια­φύλα­ξον,* ἵνα  ὑμνοῦμεν  σὲ* τὸν  τοῦ  Χριστοῦ  στρατιώ­την* τῶν πιστῶν τὸ στήριγμα* καὶ κατά­φύγιον. 

῾Ικετεύω σέ, μάρτυς,* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξον* σὺ γάρ, Νικόλαε,* τὸν Λυτρωτὴν καὶ Σωτήραν,* ἐκ παιδὸς ἠγάπησας* Πανοσιώτατε.

Τῶν τυφλῶν βακτηρία καὶ ἀσθενῶν ἴασις* καὶ τῶν ἐν ἀναγκαις ποικίλαις* μέγας ἐπίκουρος* καὶ ὁδηγὸς ἀσφαλὴς τῶν ̉Ορθοδόξων ἐφάνης*  ὀρφανῶν δὲ στήριγμα, μάρτυς Νικόλαε.

Θεοτοκίον.

̉Εκ τροχαίου, Παρθένε,* σὺ διαφύλαττε* πά­ντας τοὺς προστρέχοντας πόθῳ* τῇ προστα­σίᾳ Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή,* τὴν σὴν βοή­θειαν πίστει* καὶ Χριστὸν δοξάζοντας,* Θεομα­κάριστε.  

Διάσωσον* ἀπὸ κινδύνων, Νικόλαε, σοῦ ἱκέ­τας,* ὅ­τι πάντες δεητικῶς πρὸς σε καταφεύ­γο­μεν* τὸν μέ­γαν τῶν ̉Ορθοδόξων προστάτην.

̉Επίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Δέησις ὑπὸ τοῦ Ιερέως καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος τὸ ἀπόρθητον,* ἐλέ­ους πηγὴ* καὶ πιστῶν καταφύγιον,* ἐκτε­νῶς βοῶ­μεν σοι,* Νεομάρτυς Χριστοῦ Νικόλαε, πρόφθα­σον* καὶ παράσχου ἀκλινὴν* ὑγείαν τοῖς σοι πί­στει προ­σφέγουσι.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε...

Τῶν παθῶν μου τὸν τάραχον,* Νεομάρτυς Νι­κόλαε, σὺ τάχος κατάπαυσον* καὶ τὸν κλύδω­να κατεύνασον* τῶν ἐμῶν πταισμάτων, Θεοδό­ξαστε.

Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Νέο­μάρτυς Νικόλαε,* καὶ παράσχου ῥώσιν ἅπα­σι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

Τὴν ῾Ελλάδα προστάτευσον* ἐκ τοῦ σει­σμοῦ, Νέομάρτυς Νικόλαε,* καὶ πιστοῖς λιταῖς σου χάρισε* ἀνεπαίσχυντα τὰ τέλη, ῞Αγιε.  

Θεοτοκίον.

Θεοτόκε Πανάχραντε,* τὸν Υἱὸν Σου πάντες σε ἱκε­τεύομεν* ἐξευμένησον καὶ πράϋνον* καὶ ἡ­μᾶς σω­θῆναι καταξίωσον.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς...

῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώμα­τος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.  

Δέομαι θερμῶς,* Νεομάρτυς Νικόλαε,* σὺ τὴν μανί­αν τοῦ πυρός, θαυματουργέ,* ταῖς πρὸς τὸν Κύ­ριον ἐντεύξεσι κατάπαυσον.   

Νόσων ἰατρὸς* ἀνεδείχθης, Θεοδόξαστε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς* καὶ ἐξαι­τοῦμεν παρασχεῖν ἡμῖν μετάνοιαν. 

Θεοτοκίον.

Χαῖρε, Μαριάμ,* Θεοτόκε  ̉Αειπάρθενε,* ὃν ἐ­γέννη­σας  Χριστὸν  διὰ  παντὸς* μὴ  ἐλλεί­πῃς, ἐκμειλίτ­τουσα ἱκέτας Σου.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* Νικόλαε, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγί­δων ἀ­παύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσω­σον* δεόμε­θα γονυκλινῶς,* Νεομάρτυς, ἡ­μεῖς οἱ ἀνάξιοι.

Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱ­κετεύει ἀπαύστως* ῥῦσαι, παμμάκαρ Νι­κόλαε, τάχος* ἐκ τῶν ποικίλων λοιμώξεων ἅ­παντας* καὶ Κύ­ριον  τῶν  οὐρανῶν* καὶ τῆς γῆς καταπράϋνον δέομαι.

Νικόλαε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλ­λοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον. 

Θεοτοκίον.

̉Απαύστως σὲ ἱκετεύω ὁ τάλας* μὴ παρίδης σὸν ἱκέ­την, Παρθένε,* ἀλλὰ παράσχου ἐμοὶ τῷ ἀθλί­ῳ* ὑ­πομονὴν καὶ ταπείνωσιν δέομαι* καὶ δίδου μοι εὐθυ­πορεῖν* πρὸς ὁδοὺς τοῦ Υἱοῦ Σου, Θεό­νυμφε.

Διάσωσον* ἀπὸ κινδύνων, Νικόλαε, σοῦ ἱκέ­τας* ὅ­τι πάντες δεητικῶς πρὸς σε καταφεύ­γο­μεν* τὸν μέ­γαν τῶν  ̉Ορθοδόξων προστάτην.

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμη­νεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυ­σώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κοντάκιον. Ἦχος βʹ. Προστασία...

Σὺ προστάτης τῶν  ̉Ορθοδόξων ἀκαταίσχυ­ντος* καὶ μεσίτης πρὸς τὸν Πλαστουργὸν ἀ­μετάθε­τος,* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς˙* ἀλ­λὰ πρό­φθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡ­μῶν* τῶν πιστῶς δεομένων σοι˙* δέχου τὰς παρακλήσεις*  καὶ  σπεῦσον εἰς ἱκεσί­αν,* σὺ εἶ προστάτης θερμός,* Νεο­μάρτυς, τῶν τιμῶντών σε.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.  (δίς)

Στίχος: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος…

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι…

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

Ο ῾Ιερεύς:  ̉Εκ τοῦ κατὰ ̉Ιωάννην. (Κεφ. ιεʹ17-27, ιςʹ 1-2)

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ ταῦτα ἐντέλ­λομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κό­σμος ὑ­μᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίση­κεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδι­ον ἐφίλει˙ ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελε­ξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑ­μᾶς ὁ κό­σμος. Μνημονεύετε τοῦ λό­γου οὗ ἐγὼ εἶ­πον ὑμῖν˙ οὐκ ἔστι δοῦλος μεί­ζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐ­δίωξαν, καὶ ὑμᾶς διώ­ξουσιν˙ εἰ τὸν λόγον μου ἐτή­ρησαν, καὶ τὸν ὑμέ­τερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσου­σιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴ­δασι τὸν πέμψα­ντά με. Εἰ μὴ ἦλθον καὶ ἐλά­λησα αὐ­τοῖς, ἁμαρτίαν οὐκ εἶχον˙ νῦν δὲ πρόφασιν οὐκ ἔχου­σι περὶ τῆς ἁ­μαρ­τίας αὐτῶν. ῾Ο ἐμὲ μισῶν καὶ τὸν πατέ­ρα μου μι­σεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πε­ποίη­κεν, ἁμαρτίαν οὐκ εἶ­χον˙ νῦν δὲ καὶ ἑω­ράκασι καὶ με­μισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου.  ̉Αλλ' ἵνα πλη­ρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νό­μῳ αὐτῶν, ὅτι ἐμί­σησάν με δωρεάν. ῞Οταν δὲ ἔλθῃ ὁ παράκλη­τος, ὃν ἐγὼ πέμ­ψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦ­μα τῆς ἀ­ληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖ­νος μαρτυρή­σει περὶ ἐμοῦ˙ καὶ ὑμεῖς δὲ μαρ­τυρεῖτε, ὅτι ἀπ' ἀρ­χῆς μετ̉ ἐμοῦ ἐστε. Ταῦτα λελάλη­κα ὑμῖν, ἵνα μὴ σκανδαλι­σθῆτε.  ̉Αποσυ­ναγώγους ποιήσουσιν ὑ­μᾶς˙ ἀλλ̉  ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑ­μᾶς  δόξῃ  λα­τρείαν  προσφέρειν τῷ Θεῷ.

Δόξα Πατρὶ …

Ταῖς τοῦ Νικολάου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν …

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου..

Προσόμοιον. Ἦχος πλ. βʹ. ῞Ολην ἀποθέμενοι...

Μὴ ἐγκαταλείπεις με τῶν ̉Ορθοδόξων προστά­τα* τὸν θερμῶς προστρέχοντα* καὶ γονυκλι­νῶς αἰ­τοῦντα βοήθειαν˙* νόσοι κατέβαλον ὅλον μου τὸ σῶ­μα* καὶ τὴν ψυχὴν μου κατεράκωσαν πάθη δυ­σίατα* ὡς καὶ πειρασμοὶ ἀκατάβλητοι,* πάντοθεν περικέκλεισμαι καὶ παρηγορίαν οὐκ ἔ­χω πλήν σου,* Νικόλαε μάρτυς,* προπύργιον ἁ­πάντων τῶν πιστῶν* καὶ τῆς νεό­τητος, ἔνδοξε,* φρουρὸς ὁ ἀκοίμητος.

Ὁ Ἱερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου …

Ὁ Χορός: Κύριε, ἐλέησον (δωδεκάκις).

Ὁ Ἱερεύς: Ἐλέει καὶ οἰκτιρμοῖς…

Καὶ αἱ λοιπαὶ δαὶ τοῦ Κανόνος

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

̉Ιησοῦν τὸν Σωτήρα* ὃν ἠγάπησας, μάρτυς, τα­χὺ δυσώπησον* ῥυσθῆναι τῶν πτασμάτων* ψυχῆς τε  μολυσμάτων* τοὺς  ἐν  πίστει  κραυγάζοντας˙* χαῖρε, πιστῶν ὁ φρουρὸς* καὶ πάντων ὁ προστάτης.

Λειτουργοὺς τοῦ ῾Υψίστου,* Νικόλαε, λιταῖς σου πάντες δεόμεθα* παράσχου ὑγιείαν* τα­πείνωσιν καὶ ζῆλον,* ἵνα πόθῳ βοῶμέν σοι˙* χαῖ­ρε, ῾Ελλάδος βλαστὲ* καὶ κλέος Βουλγαρίας. 

Νικητὰς ἁμαρτίας* τοὺς πιστοὺς συ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεόμεθα ἁπαύστως* διὸ σοι καταφεύγομεν,* Νι­κόλαε θαυμαστέ,* πιστῶν ἡ βακτηρία. 

Θεοτοκίον.

Μητροπάρθενε Κόρη,* σὸν Υἱὸν καθικέτευε σοῦ δε­όμεθα* ὑπὲρ τῶν σὲ ὑμνοῦντων* καὶ σὲ δοξολο­γοῦντων* καὶ ἁπαύστως βοῶντων σοι˙* Χαῖ­ρε, λι­μὴν ἀσφαλὴς* ἡμῶν τῶν  ̉Ορθοδό­ξων.

ᾨδὴ ηʹ. Τὸν Βασιλέα…

Τὸν Βασιλέα τῶν οὐρανῶν, Νεομάρτυς,* καθι­κέτευε πάντες αἰτοῦμεν,* ὅπως ἡμῖν παρά­σχῃ* ἀνώδυνα τὰ τέλη.

Τοὺς ἐξαιτοῦντας* τὴν σὴν βοήθειαν πίστει* μὴ παρίδῃς, Νικόλαε μάρτυς,* ἀλλὰ συ παρά­σχου* λιταῖς σου ὑγιείαν. 

Τὰς ἀσθενείας ἡμῶν ταχὺ θεραπεύει* σαῖς λι­ταῖς* ὁ τῶν ὅλων, Δεσπότης,* διὸ σε ὑμνοῦ­μεν,* Νικόλαε τρισμάκαρ.  

Θεοτοκίον.

Τὴν Θεοτόκον τῶν ̉Ορθοδόξων τὰ πλήθη* ἀνυ­μνοῦσι ἁπαύστως βοῶντες˙* Χαῖρε, Θεομῆ­τορ,* πι­στῶν χαρὰ καὶ κλέος.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...

Λιμὴν συ καὶ προστάτης* τῶν σοι προσφευγό­ντων* γενοῦ, Νικόλαε, Σόφιας τὸ καύχημα,* καὶ ἰατρὸς τῶν νοσοῦντων,* ὦ θαυματόβρυτε.

Τὰ τέκνα ̉Ορθοδόξων,* Νικόλαε μάκαρ,* ἐκ τῆς ἀπιστίας σὺ διαφύλαττε* καὶ εἰς νομὰς τοῦ Κυρίου* ταῦτα ὁδήγησον.

Τοὺς ὄγκους θεραπεύει,* Νικόλαε μάρτυς,* ταῖς λιταῖς σου, ὁ ῎Αναρχος,* διὸ πρὸς σὲ οἱ νοσοῦντες* πίστει προσφεύγουσι.

Θεοτοκίον.

῾Ημᾶς τοὺς ̉Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρείοι,* Θεομακάριστε.

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμι­ωτέραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυ­γκρίτως τῶν Σερα­φείμ,*  τὴν  ἀδιαφθόρως  Θεὸν   Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγα­λύνομεν.

Χαίροις Νεομάρτυς, τοῦ  ̉Ιησοῦ˙* Βουλγαρίας  κλέος* καὶ ῾Ελλήνων καταφυγή.* Χαίροις τῶν νοσοῦ­ντων* ἀ­νάργυρος θεράπων,* Νικόλαε τρι­σμάκαρ,* πι­στῶν τὸ στήριγμα.

Τῶν ̉Ιωαννίνων γόνος λαμπρὸς* καὶ τῆς Βουλ­γαρίας* ἄνθος εὔοσμον καὶ τερπνόν,* τῶν δὲ  ̉Ορθοδόξων,* Νικόλαε, κατέστης* ἀνάργυρος θεράπων* καὶ καταφύγιον.

Πάντων τῶν νοσοῦντων σὲ ἰατρὸν* καὶ τῶν ἐν ἀνάγκαις* προστάτην καὶ βοηθόν,* χηρῶν τε καὶ πενήτων* φρουρὸν σε καὶ τροφέα,* Νικόλαε τρισμάκαρ,* Χριστὸς ἀνέδειξε.

Δόξα ἐκκλησίας καὶ χαρμονή,* μάρτυς, ἀνεδεί­χθης* καὶ προπύργιον τῶν πιστῶν* καὶ τῆς νεο­λαίας,* φρουρὸς τε καὶ προστάτης,* Νικόλαε μάκαρ,*  ̉Αγγέλων σύσκηνε.

̉̉Εν τῇ Βουλγαρίᾳ, θαυματουργέ,* ἐν ἐσχάτοις χρόνοις* ὁμολόγησας τὸν Χριστόν,* Νικόλαε μάρτυς,* καὶ ἔλαβες στεφάνους* διὸ νῦν ἐν Πα­ραδείσῳ* ἀγάλλει, πάντιμε. 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου*  ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πά­­ντες,* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβεί­αν,* εἰς τὸ σω­θῆναι ἡμᾶς.

῾Ο Χορός: Τὸ Τρισάγιον, Πάτερ ἡμῶν…, καὶ τὸ  ̉Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου…

 ̉Ιωαννίνων τὸν γόνον,* Βουλγαρίας τὸ σέμνω­μα,* τῶν Νεομαρτύρων τὸ κλέος* καὶ πιστῶν τὸ ἀγλά­ϊσμα,* Νικόλαον, ὑμνήσωμεν πιστοί,* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδα­πᾶς* τοὺς πίστει ἀνακράζοντας˙* δόξα τῷ σὲ δοξάσα­ντι Χριστῷ,* δόξα τῷ σὲ στε­φανώσαντι* δόξα τῷ ἀνα­δείξαντι ἡμῖν* σὲ ἰα­τρὸν ἀνάργυρον.

Δέησις ὑπό τοῦ ῾Ιερέως, μικρὰ ἀπόλυσις καὶ τὸ:

῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.

Δέχου παρακλήσεις ἱκετῶν,* δέχου  ̉Ορθοδό­ξων δε­ήσεις* ὦ, Νεομάρτυς Χριστοῦ,* ἄλλον γὰρ οὐκ ἔ­χομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπι­μπλάμενοι* ἀόκνως, φωσφόρε,* σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν˙* ῞Αγιε Νικόλαε, σπεῦσον* ῥῦσαι τοὺς ἱκέτας σου τάχος* ἐκ πά­σης περιστάσεως καὶ θλίψε­ως.  

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνά­γκης  καὶ θλίψεως.

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.  ̉Αμήν.


[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πα­τρὶ…,  Καὶ νῦν…



 

῞Οσιοι: Θεοφάνης και Νεκτάριος - Κτίτορες τῆς ̒Ιερᾶς Μονῆς ̒Αγίων Πάντων (Βαρλαάμ) ̒Αγίων Μετεώρων (17 Μαΐου)

῞Οσιοι: ΘΕΟΦΑΝΗΣ ΚΑΙ ΝΕΚΤΑΡΙΟΣ

Οι Όσιοι Νεκτάριος και Θεοφάνης ήταν αδέλφια και γεννήθηκαν μετά το 1460 στα Γιάννενα. Η οικογένειά τους ήταν από τις πιο σημαντικές και αρχοντικές της Ηπείρου. Παρ΄ όλη όμως την κοσμική δύναμη της οικογένειάς τους, επτά μέλη των Αψαράδων, δηλαδή οι γονείς και οι τρεις αδελφές των Οσίων, όπως βέβαια και οι ίδιοι, ακολούθησαν την ασκητική ζωή. Ο Νεκτάριος και ο Θεοφάνης μόνασαν στο νησί της Παμβώτιδος λίμνης έχοντας πνευματικό τους οδηγό έναν άγιο γέροντα, το Σάββα.

Μαζί μ΄ αυτόν το φωτισμένο πνευματικό έμειναν δέκα έτη και τότε, αφού διδάχτηκαν τέλεια τη μοναχική ζωή, χειροτονήθηκαν ιερείς. Μετά το θάνατο του πνευματικού τους επισκέφτηκαν την Ι. Μ. Διονυσίου στον Άθωνα. Εκεί συνάντησαν τον Άγιο πρώην Πατριάρχη Νήφωνα, ο οποίος τους συμβούλευσε να επιστρέψουν στη μετάνοιά τους στο νησί των Ιωαννίνων. Όταν όμως αυτοί επέστρεψαν, είδαν ότι άλλοι μοναχοί είχαν καταλάβει το ασκηταριό τους. Έτσι αποφάσισαν να κτίσουν ένα άλλο ησυχαστήριο στο εσωτερικό του νησιού αναγείροντας ταυτόχρονα (1507) έναν Ιερό Ναό στη μνήμη του Τιμίου Προδρόμου.

 Επειδή όμως οι Όσιοι δεν έβρισκαν εκεί την ποθούμενη ησυχία, εγκατέλειψαν το 1511 το νησί και ήρθαν στα Μετέωρα. Εκεί έζησαν στο λεγόμενο Στύλο του Τ. Προδρόμου όπου αγωνίστηκαν για επτά έτη, μετά ανέβηκαν  στον απρόσιτο βράχο, που ονομαζόταν Πέτρα του Βαρλαάμ που τότε (1518) ήταν έρημος. Εκεί οι Όσιοι βρήκαν τα θεμέλια του Ναού των Τριών Ιεραρχών, που είχε αναγείρει δύο αιώνες πριν ο Όσιος Βαρλαάμ, και κατόρθωσαν να τον ανοικοδομήσουν. Στο βράχο αυτό άρχισαν να συρρέουν και άλλοι μοναχοί κι έτσι μέσα σε λίγα χρόνια έγινε ένα τέλειο μοναστήρι.

 Λόγω του πλήθους των ασκητών, οι δυο αδελφοί έκτισαν και νέο μεγαλοπρεπή ναό προς τιμήν των Αγίων Πάντων, ο οποίος αποπερατώθηκε το 1544. Με τα χρόνια ο αριθμός των μοναζόντων αυξήθηκε πολύ, λόγω και της φήμης των δύο Οσίων.

 Ο Θεοφάνης εκοιμήθη εν ειρήνη την 17ην Μαϊου του 1544 και ο αδελφός του Νεκτάριος την 7η Απριλίου του 1550. Η Εκκλησία μας όρισε την ημερομηνία κοιμήσεως του πρώτου Οσίου (17/5) ως την ημέρα της ετήσιας μνήμης και των δύο.

Παρακλητικὸς Κανὼν

 εἰς τοὺς ῾Οσίους: Θεοφάνην καὶ Νεκτάριον

Κτίτορας τῆς ῾Ιερᾶς Μονῆς ῾Αγίων Πάντων (Βαρλαάμ) ῾Αγίων Μετεώρων

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου 

Εὐλογήσαντος τοῦ ῾Ιερέως Κύριε εἰσάκουσον, μεθ̉ τὸ Θεὸς Κύριος (τετράκις)  καὶ τὰ παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ...

̉Εν Βαρλαὰμ τῶ στύλῳ πάντες ἀνέλθετε* τῶν  ̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσατε* ἐν μετανοία βοῶντες ἐκ βάθους ψυχῆς˙* ῞Οσιοι οἰκήτορες ἡμᾶς τούς προστρέχοντας πίστει,* σπεύσατε καὶ ῥύσατε* ἐκ ποικίλων παγίδων,* μὴ ἀποστρέ­ψῃτε ἱκέ­τας κενοὺς* ὑμᾶς γὰρ προστάτας καὶ φύλακας ἔ­χο­μεν.

Δόξα Πατρὶ Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου...

Δυὰς ἡ τῶν Ὁσίων θεοφόροι αὐτάδελφοι,* τῶν Ἰωαννίνων τὸ κλέος,* Μετεώρων ἀγλάϊσμα,* Θεόφανες θεράπον τοῦ Χριστοῦ,* καὶ νέκταρ ὦ Νεκτάριε ζωῆς,* πάσης βλάβης καὶ κινδύνων καὶ πειρασμῶν,* λυτροῦσθε τοὺς κρυγάζοντας˙* δόξα τῷ ἐνισχύσαντι ὑμᾶς,* δόξα τῷ στεφανώσαντι,* δόξα τῷ χορηγοῦντι δι̉ ὑμῶν,* ἡμῖν πταισμάτων ἄφεσιν.

Καὶ νῦν … Θεοτοκίον.

Οὐ σιωπήσομεν πότε, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ ἀναξιοι˙* εἰ μὴ γὰρ σὺ προΐ­στασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέ­ρους;* Οὐκ  ἀ­ποστῶμεν, Δέσποινα, ἐκ  σού˙* σοὺς γὰρ δούλους σώ­ζεις ἀεί, ἐκ παντοίων δει­νῶν.

Εἶτα ὁ Νʹ (50ος) Ψαλμὸς καὶ ἀκολουθοῦν αἱ ᾨδαὶ τοῦ Κανόνος.

ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας[1]

Τὰς χείρας μου αἴρω ἱκετικῶς* πρός σε Δυὰς ῾Οσίων,* Μονῆς Βαρλαάμ οἰκισταί,* καὶ ἐξαιτῶ ὑμῶν τὰς πρεσβείας,* ὅπως ῥυσθῶ τοῦ πυρὸς τῆς κολάσεως.

Τὸν Κύριον πάντων καὶ Ποιητήν,* ἱκέτευε Πάτερ,* σοῦ δεόμεθα ταπεινῶς,* ὅπως ὑγιείαν παράσχῃ, Θεοφάνη,* τοῖς σοι ἁπαύστως προσ-φεύγουσι.

Βοήθει ἱκέτας σου, θαυμαστέ* Θεῷ καταλλαγήναι,* ἵνα λάβωμεν παρ̉  Αὐτοῦ,* εἰρήνην, ταπείνωσιν, ἀγάπην* καί τό πρόσωπον Αὐτοῦ * ἰδεῖν, Νεκτάριε.

Θεοτοκίον.

Πανάχραντη, Κόρη, τῆς Ναζαρὲτ* ῥῦσαι τούς ἱκέτας*  ἐκ κινδύνων παντοειδῶν* καί δεόμεθά σου, Θεοτόκε,* ἐκ τῶν βελῶν ἀρχεκάκου διάσωσον.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…

Λυτρωτὴν τῶν ἀνθρώπων* καὶ Πλαστουργὸν ἅπαντες* ὑμᾶς ἱκετεύομεν πίστει* καὶ πόθῳ κράζομεν,* πρεσβεύσατε θερμῶς,* ὅπως παράσχῃ ἱκέταις* ἐλπίδαν, μετάνοιαν* καί βίον ἔνθεον.

Τὸν σεισμὸν καταπαύει λιταῖς σου ὁ ῞Υψιστος* διό, Θεοφάνη παμμάκαρ,* σοι καταφεύγομεν* καὶ ἐκ­ζητοῦμεν θερμῶς* τὴν σῇ βοήθειαν πά-ντες,* ἣν πα­ράσχου, ῞Αγιε,* τάχος δεόμεθα.

Μετεώρων ἡ δόξα* καί μοναχῶν καύχημα* τῶν δὲ  ̉Ορθοδόξων προστάται* καί καταφύγια,* Θεοφάνη σεμνέ* σύν Νεκταρίῳ τῷ θείῳ* Βαρλαάμ οἱ κτίτορες* ὑμεῖς ἐδείχθητε.

Θεοτοκίον.

 ̉Οφθαλμοὺς ἀλλοδόξων, Θεοτόκε, ἄνοιξον* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστιν* τούτους ὁδήγησον* καὶ Υἱόν Σου, σεμνή,* σὺν ἡμῖν, μῆτερ, ὑμνεῖσαι* καὶ λα­τρεύσαι δέομαι* σὺ καταξίωσον.   

Διάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου, Δυὰς ῾Αγία,* ὅτι πάντες σεμνοπρεπῶς ὑμῖν καταφεύγο­μεν* ὡς ἔ­χουσα τῷ Θεῷ παῤῥησίαν.

 ̉Ε πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι* τῆς ψυχῆς μου τὸ ἄλγος.

Δέησις ὑπό τοῦ ῾Ιερέως καί εἶτα τό Κάθισμα.  Ἦχος βʹ. Πρεσβεία θερμὴ.

Πατέρες σεμνοί,* τῶν πιστῶν καταφύγια* καὶ Μονῆς Βαρλαάμ,* φρουροί οἱ ἀκοίμητοι* ἐκτε­νῶς δεόμεθα,* Θεοδόξαστοι ῞Οσιοι, σπεύσατε* καὶ ἐκ κιν­δύνων ῥύσατε ἡμᾶς,* τοὺς πόθῳ  καὶ  πίστει ὑμῖν προσφεύγοντας.

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…

Τῶν παθῶν μου τὸν τάραχον,*  Νεκτάριε μάκαρ, σὺ καταπράϋνον* καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, ταῖς πρεσβεῖαις σου.

Σὲ προστάτην καὶ πρόμαχον* καὶ φρουρὸν ἀκοίμητον οἱ  ̉Ορθόδοξοι,* Θεοφάνη σεμνέ, ἔχοντες* οὐ πτοούμεθα, Θεοκοινώνητε.

Μή μακρύνεις, Νεκτάριε,* ἀπ̉ ἐμοῦ, ὁ τάλας καθικετεύω σε,* ἀλλά σπεύσον εἰς βοήθειαν* καί ἐκ χειρῶν τοῦ Βελίαρ, ῥῦσαί με.

Θεοτοκίον.

Θεοτόκε Πανάχραντε,* ἱκέταις ἁπάντες σοι καταφεύγομεν* καί δεόμεθα σου, Δέσποινα,* εἰρήνην τῇ οἰκοιμένῃ δώρησον.

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…

Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, Θεοφάνη θαυμαστέ,* καὶ βιῶσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.  

Λύτρωσον ἡμᾶς* ἐκ τῶν ὄγκων, Θεοδόξαστε,* καὶ ὑ­γιείαν παράσχου τοῖς πιστοῖς,* σύ Νεκτάριε,* πι­στῶν φρουρὸς ὁ ἀκοίμητος.

῎Εμπλησον ἡμῶν,* τὰς καρδίας Θείας Χάριτος,* Νεκτάριε, τοῦ Βαρλαάμ οἰκιστά,* ἵνα ζωήν εἰ-ρηναίαν ἅπαντες ἔχωμεν.

Θεοτοκίον.

Νόσων ἰατρὸς* ἀνεδείχθης, Θεονύμφευτε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς* καὶ ἐξαιτοῦμεν παρασχεῖν ὑγείαν, Δέσποινα.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* Νεκτάριε, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀ­παύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμε­θα γονυκλινῶς,* ἡμεῖς οἱ ἀνάξιοι, πάντιμε.

Τὰ τέκνα τῶν ̉ Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, Βαρλαάμ τό κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δεόμεθά σου ταπεινῶς,* Θεοφάνη, πιστῶν κατα­φύγιον. 

Πατέρες τοῦ Βαρλαάμ οἰκήτορες* καί προστάται τῶν ἐν αὐτῇ ἀσκουμένων* Θεόφανες,  ̉Ιωαννίνων  δόξα* καί Νεκτάριε, τῶν μοναχῶν πρόμαχε* δεόμεθα πάντες ταπεινῶς* τόν Λυτρωτήν ὑμεῖς ἰλεώσατε.

Θεοτοκίον.

 ̉Ορθόδοξοι σὲ προστάτιν ἔχομεν* καὶ φρουρὸν ἀκοί­μητον, Θεοτόκε,* σὺ τῶν δαιμόνων τὰ στίφη διώ­κεις* σὺ καὶ ἰώσεις ἰᾶ, Θεοδόξαστε,* διὸ τῶν πι­στῶν οἱ χοροὶ* ἀνυμνοῦσιν ἁπαύστως σὲ, ῎Αχραντε. 

Διάσωσον* ἀπὸ κινδύνων Δυάς ῾Αγία,* ὅτι πάντες σεμνοπρεπῶς ὑμῖν καταφεύγομεν* ὡς ἔχουσα τῷ Θεῷ παῤῥησίαν.

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉  ἐσχάτων τῶν  ἡμερῶν  τεκοῦσα  δυσώπησον,* ὡς ἔ­χουσα μητρικὴν παῤῥησίαν.

Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως  καὶ τὸ Κοντάκιον.  Ἦχος β´. Προστασία...

῾Υμεῖς ἐστέ φρουροὶ τῶν πιστῶν οἱ ἀκοίμητοι* καὶ μεσίται πρὸς τὸν Λυτρωτὴν ἀμετάθετοι,* μὴ παρίδειτε ἁμαρτωλῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεύσατε, θαυματουργοί,* εἰς βοήθειαν ἡμῶν τῶν θερμῶς δεομένων ὑμῖν˙* δέξατε ἡμῶν πρεσβείαις* καὶ ῥύσατε ἐκ τῶν κινδύνων,* Νεκτάριε θαυματουργέ,* καὶ Θεόφανες μακάριε.

 Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ῾Οσίου Αὐτοῦ. (δίς)

Στίχος: Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν  ἡμῖν;

Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉  Εκ τοῦ κατὰ Λουκᾶν (κεφ. στ΄ 17-23) , …

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πολὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἄπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ̉ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε: Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσατε ἰδοῦ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ …

Ταῖς τῶν Σῶν ῾Οσίων πρεσβείαις Ἐλεῆμον,* ἐξάλει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν …

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...

Μὴ ἐγκαταλείπετε* εἰς τῶν δαιμόνων τὰς χείρας,* Πατέρες  πανάριστοι,* ἡμᾶς τοὺς προστρέχοντας τῆ εἰκόνι σας˙* θλίψεις γὰρ ἔχομεν,* φέρειν οὐ δυνά­μεθα* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κεκτήμεθα* οὐ­δὲ ποῦ πρσφύγομεν, ἔνδοξοι,* πά­ντοθεν πολεμού­με­νοι* καὶ παραμυθίαν οὐδαμῶς ἔχομεν.* Σπεύσατε, Πατέρες,* καὶ γίγνεσθαι προ­στάται καὶ φρουροὶ* καὶ βακτηρία, ἀκλόνητος,* ἡμῶν, Θεοδόξαστοι.

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

Νικητὰς ἁμαρτίας* τοὺς πιστοὺς ἀναδείξατε, Θεο­δόξαστοι,* λιταῖς σας πρὸς τὸν Κτίστην* δεόμε­θα ἁ­παύστως* διὸ ὑμῖν προσφεύγομεν,* Νεκτάριε θαυ­μα­στέ,* καί σῶφρον  Θεοφάνη. 

Λειτουργοὺς τοῦ ῾Υψίστου,* Θεοφάνη φωσφόρε, πίστει δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώσιν,* ἵνα πόθῳ κραυγάζωμεν˙* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.

Ποιητήν τῶν ἁπάντων,* ἱκετεύσατε, ῞Οσιοι θεοπρόβλητοι,* ὅπως ἡμῖν παράσχῃ* ταπείνωσιν, ἀγάπην,* ἵνα πίστει κραυγάζωμεν˙* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.

Θεοτοκίον.

Τοῦ σεισμοῦ τὴν μανίαν* καταπαύει ὁ Πλάστης, Παρθένε ἕνδοξε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ  ἐνθέρμως σοῦ  δέονται,* τὸν σὸν Υἱὸν Μαριάμ,* εὐμένισον λιταῖς Σου.  

ᾨδὴ ηʹ. Τόν Βασιλέα...

Τῷ Νεκταρίῳ καί τῷ σοφῷ Θεοφάνῃ* ἱκετεύσατε πάντες βοῶντες˙* ῥύσατε ἱκέτας* ἐκ πλάνης διαβόλου.

Τόν Πλαστουργόν ὑμεῖς θεοφόροι Πατέρες,* ἱκετεύσατε πάντες αἰτοῦμεν,* ὅπως ἡμῖν παράσχῃ* μετάνοιαν καὶ πίστιν.

Εἰς τοὺς συζύγους τοὺς καταφεύγοντας πίστει* εἰς  ἡμᾶς, Θεοφόροι  Πατέρες,* ὁ  Πλάστης  δωρίζει * λιταῖς σας ἀπογόνους.

Θεοτοκίον.

Τὸν Κύριόν μας* καὶ Λυτρωτὴν τῶν ψυχῶν μας* κα­θικέτευε, Μαρία Παρθένε,* ὅπως οἱ ἀχρεί­οι* ῥυ­σθῶμεν τῆς γεένης.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...

Τῶν πάντων κυβερνήτην,* ῞Οσιοι Πατέρες* καθικετεύσατε, πάντες δεόμεθα,* ὅπως ἱκέταις παράσχῃ* ἀνώδυνα τὰ τέλη .

Λιταῖς σου πρὸς τὸν Κτίστην,* φύλαττε, Θεόφρον,* ἐκ χειρῶν δολίων τοὺς σοι προσφεύγοντας* καὶ ἐκζητοῦντας, Θεοφάνη,* τὴν προστασίαν σου.

Τοὺς ὄγκους θεραπεύεις,* καὶ πιστοῖς παρέχεις* ἀκλόνητον ὑγιείαν, Νεκτάριε,* διὸ πρός σε οἱ νοσοῦντες* πίστει προσφεύγουσι.

Θεοτοκίον.

Χαρὰν καὶ εὐφροσύνην* πίστιν καὶ ἀγάπην* τοὺς σου ἱκέτας παράσχου, Πανάσπιλε,* ἵνα ἀπαύστως ἱκέται,* σέ μεγαλύνουσι.

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σερα­φείμ,*  τὴν  ἀδιαφθόρως  Θεὸν   Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Δόξαν ἀναπέμπομεν τῷ Θεῷ* τὸν δόντα προστάτας* καὶ ἀνύστακτους βοηθοὺς* ὑμᾶς, Θεοφάνη* κλεινέ, σὺν Νεκταρίῳ* τοῦ Βαρλαάμ ἡ δόξα* καὶ πάντων καύχημα. 

Χαίροις Θεοφάνη θαυματουργέ,* σὺν τῷ Νεκταρίῳ,* τῷ ὁμαίμονι καὶ σεμνῷ.* Χαίρετε Πατέρες  ̉Ιωαννίνων γόνοι* καὶ τῶν πιστῶν προστάται καὶ καταφύγια.

Κέρας ̉Ορθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* καὶ παράσχου πᾶσι ταχὺ* δύναμιν καὶ ῥώσιν,* Νεκτάριε θεόφρων,* καὶ Παραδείσου κάλ­λη* ἰδεῖν ἀξίωσον.

Σπεῦσον εἰς τὰς κλίνας τῶν ἀσθενῶν* καὶ τούτοις παράσχου,* Θεοφάνη θαυματουργέ,* ἀκλόνητον ὑγείαν,* μετάνοιαν καὶ πίστιν* καὶ Κύριον ἁπάντων* αἰνεῖν ἀξίωσον.

Πάντων τῶν νοσοῦντων οἱ ἰατροί* καὶ τῶν ἐν ἀ­νάγκαις ἀντιλήπτωρες ταχυνοί,* ὀρφανῶν προστάται,* ἐδείχθητε Πατέρες* θεόφρων Θεο-φάνη* καὶ μάκαρ Νεκτάριε.

Χαίρετε Πατέρες θεολαμπείς,* Νεκτάριε μάκαρ* καί Θεόφανες θαυμαστέ* σύν τῷ Βενεδίκτῳ* καί τῷ Παχωμίῳ* τοῦ Βαρλαάμ τῆς μάνδρας* φρουροί ἀκοίμητοι.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πά­ντες,* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σω­θῆναι ἡμᾶς.

῾Ο Χορός: ῞Αγιος ὁ Θεός,... (τρίς). Δόξα Πατρὶ... Παναγία Τριάς..., Κύριε, ἐλέησον (τρίς). Πάτερ ἡμῶν... ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν …  Ὁ Χορός:  ̉Αμήν.

Καὶ τὸ  ̉Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου...

Δυὰς ἡ τῶν Ὁσίων θεοφόροι αὐτάδελφοι,* τῶν Ἰωαννίνων τὸ κλέος,* Μετεώρων ἀγλάισμα,* Θεόφανες θεράπον τοῦ Χριστοῦ,* καὶ νέκταρ ὦ Νεκτάριε ζωῆς,* πάσης βλάβης καὶ κινδύνων καὶ πειρασμῶν,* λυτροῦσθε τοὺς κρυγάζοντας˙* δόξα τῷ ἐνισχύσαντι ὑμᾶς,* δόξα τῷ στεφανώσαντι,* δόξα τῷ χορηγοῦντι δι̉ ὑμῶν,* ἡμῖν πταισμάτων ἄφεσιν.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως, μικρὰ ἀπόλυσις καὶ τὰ:

῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.

Πάντας προστατεύετε, Σοφοί,* τοὺς καταφεύγοντας ἐν πίστει τῇ κραταιᾷ σας χειρί,* ἄλλους γὰρ οὐκ ἔχομεν πρεσβευτὰς πρὸς Θεόν,* οἱ ἐν μάστιξιν ὄντες, Φωσφόροι,* καὶ κατατριχόμενοι ὑπὸ ποικίλων παθῶν.* Σκεύη, Παναγίας Τριάδος,* Θεοφάνη καί Νεκτάριε μάκαρ,* σπεύσατε καὶ σώσατε ἱκέτας σας.

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνά­γκης  καὶ θλίψεως.

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

̉Αμήν.


[1] Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσιοι τοῦ Θεοῦ, πρεσβευέσατε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν…