Τετάρτη, Μαΐου 20, 2026

 

Άγιος Κύριλλος Βʹ του Ροστώβ (21 Μαΐου)

῞Αγιος Κύριλλος Βʹ τοῦ Ροστώβ

῾Ο ἅγιος Κύριλλος, ̉Επίσκοπος Ροστώβ, ἐξελέγη ὡς Μητροπολίτης Ροστώβ ὅταν ἦταν ἡγούμενος τῆς Μονῆς Γεννήσεως τοῦ Βλαντυμύρ καί ἐποίμανε τήν ἐπισκοπή τοῦ Ροστώβ ἀπό τό 1231 ἔως τό 1262.

   ῾Ο ῞Αγιος διακρίθηκε γιά τόν ἀσκητικό βίο του καί τό χάρσμα τοῦ κηρύγματος. Πλήθη λαοῦ συνέτρεχαν ἀπό τό Ροστώβ καί τίς γύρω περιοχές, στό ναό πού ὁμιλοῦσε γιά νά τόν ἀκούσουν καί νά ὠφεληθοῦν πνευματικά.Η μακρόχρονη ποιμαντική δραστηριότητα τοῦ Κύριλλου κατά τή δύσκολη ἐποχή τῶν πρώτων χρόνων τοῦ ταταρικοῦ καθεστῶτος ἦταν πολύ καρποφόρα.  ̉Ανακαίνισε πολλές ἐκκλησίες. Δύο φορές τό 1253 πῆγε στήν  ̉Ορδή (περιοχή τῆς Μογγολίας), στόν Χάν Μπερκάι. ῾Ο Θεός, μέσω τῶν προσευχῶν τοῦ ἁγίου, θεράπευσε τόν ἄρρωστο γιό τοῦ ἡγεμώνα, Πέτρο, ὁ ὁποῖος ἀργότερα βαπτίσθηκε χριστιανός.

   ῾Ο ἅγιος Κύριλλος συνέγραψε πολλά θεολογικά ἔργα, ὅπως: «Περί τοῦ φόβου τοῦ Θεοῦ», «Περί οὐράνιων δυνάμεων», «Περί κακῶν πνευμάτων»,  «Περί δοκιμασιῶν» καί πολλά ἄλλα.

   ῾Ο ἅγιος Κύριλλος κοιμήθηκε ὁσιακά στίς 21 Μαΐου 1262.

Παρακλητικὸς Κανὼν

εἰς τὸν ῞Αγιον Κύριλλον Βʹ τοῦ Ροστώβ

ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου. 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσά­κουσον, μεθ̉ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:

Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τὸν  ̉Αρχιποίμενα ὑμνήσωμεν πάντες* τῶν  ̉Ορθο­δόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατανύξει κράζοντες ἐκ μέσης ψυχῆς˙* ῥῦσαι τοὺς προστρέχο­ντας,* Κύριλλε μυροβόλε,* πάσης περιστάσε­ως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λι­ταῖς σου, Θαυ­μαστέ,* σὲ γὰρ προστάτην* ἀκοίμητον ἔχο­μεν. 

Δόξα Πατρὶ…  ̉Απολυτίκιον. Ἦχος γʹ. Θείας πίστεως.

῾Ροστὼβ πρόμαχος καὶ πολιοῦχος* καὶ ἀκοίμητος φρουρὸς κατέστης,*  ̉Αρχιθύτα Κύριλλε πανσεβάσμιε,* σὺ τοὺς πιστοὺς θεοπρεπῶς ἐποίμανας* καὶ αὐτῶν, μάκαρ, προστάτης, γέγονας.* Θεοδόξαστε, τὸν Λόγον Θεὸν ἱκέτευε* δωρήσασθαι ἡμῖν πταισμάτων ἄφεσιν.   

Καὶ νῦν…  Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ  ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρεσβεύουσα,* τς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σού­των κιν­δύ­νων;* Τς δὲ  διεφύλαξεν ἔως νῦν ἐ­λευθέ­ρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ  δούλους  σώζεις αεὶ* ἐκ  παντοίων  δει­νῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας...

Πρὸς σέ καταφεύγομεν ταπεινῶς* ῾Ροστὼβ  ̉Αρχιθύτα,* καὶ δεόμεθα ἐκτενῶς* παράσχου ἱκέταις σου ὑγιείαν* ὡς καὶ  ἀγάπην, πανάριστε  Κύριλλε.

Κηρύττομεν πάντες, θαυματουργέ,* ῾Ροστὼβ Ποιμενάρχα,* θαύματά σου τὰ πολλαπλὰ* καὶ ἣν σὺ βοήθειαν παρέχεις* τοῖς σοι προστρέχουσι πίστει, Μακάριε.

Τόν Κύριον πάντων καί Λυτρωτήν* ἱκέτευε, μάκαρ,* σοῦ δεόμεθα ταπεινῶς,* ὅπως, Κύριλλε, ἡμῖν παράσχῃ* χριστιανά τέλη ὡς καί ἀνώδυνα.

Θεοτοκίον.

Πρὸς Σέ καταφεύγομεν ταπεινῶς* Παρθένε Μαρία,* τὴν Μητέραν τοῦ Λυτρωτοῦ,* ὅπως ἡμῖν τάχυον παράσχῃ* σωτηριώδην μετάνοιαν, Πάντιμε.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος…

̉Οφθαλμοὺς ἀλλοδόξων,  ̉Αρχιθύτα, διάνοιξον* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστιν* τούτους ὁδήγησον* καὶ Χριστῷ λυτρωτῇ* σὺν ἡμῖν, πάτερ, ὑμνεῖσαι* καὶ λα­τρεύσαι δέομαι* σὺ καταξίωσον.

Λυτρωτὴν τῶν ἀνθρώπων* καὶ Πλαστουργὸν ἅπαντες* σὲ καθικετεύομεν πίστει* καὶ σοῦ δεόμεθα,* Τοῦτον εὐμένησόν συ,* ὦ  ̉Αρχιθύτα, Κυρίου* τῶν πιστῶν τὸ στήριγμα* καὶ καταφύ­γιον.  

̉Ορφανά τε καὶ χήρας,* Θαυματουργέ, φύλατ­τε* ἐκ τῆς τῶν δαιμόνων μανίας* καὶ πάσης θλίψε­ως* καὶ ἡμᾶς, θαυμαστέ,* τοὺς σοι προσπί­πτο­ντας πί­στει* ἐκ  τῶν  νόσων,  Κύριλλε,* πάντας προ­στά­τευσον.

Θεοτοκίον.

̉Εκ τροχαίου, Παρθένε,* σὺ διαφύλαξον* πάντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή* τὴν σὴν βοήθειαν πί­στει* καὶ Χριστὸν δοξάζοντας,* Θεομακάριστε.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Αρχιθύτα,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγο­μεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

̉Επίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτό­κε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κά­κωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, σοφέ,* καὶ κόσμου καταφύγιον* ἐκτε­νῶς βο­ῶμεν σοί,* Κύριλλε ἔνδοξε, πρόφθασον* καὶ ἐκ κιν­δύνων λύτρωσαι ἡμᾶς,* τοὺς  σοι  πόθῳ  καὶ  πίστει  προσφεύγοντας. 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

Τοὺς νοσοῦντας θεράπευσον,* Κύριλλε ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποι­εῖν καλὰς διαγνώσεις πάντοτε.

̉Ε κ τροχαίου προστάτευσον* τοὺς ἱκέτας σου, Κύριλλε ἔνδοξε,* καὶ ἡμᾶς τοὺς σοι προσφεύγο­ντας* ὑ­γιείαν δίδου, Τρισμακάριστε.

Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Κύριλλε Θεοδόξαστε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

Θεοτοκίον.

῾Ολοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώ­ρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νο­ὸς μου, Κόρη Παναμώμητε.

ᾨδὴ ε’. Φώτισον ἡμᾶς…

῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* πα­ράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λι­ταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.

Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς,  ̉Αρχιθύτα θαυμαστέ,* καὶ βιώ­σαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.

Κύριον θερμῶς* καθικέτευε δεόμεθα,* ὅπως παράσχῃ ἡμῖν ὑπομονήν* ὡς καί  εἰρήνην  τοῖς οἴκοις ἡμῶν, πανάριστε.

Θεοτοκίον.

Φόβον τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον* καὶ ὑγιείαν σὺ παράσχου μοι* τῷ ἀναξίῳ ἱκέ­τῃ σου, ῾Οδηγή­τρια.

ᾨδὴ στ’. Τὴν δέησιν ἐκχεῶ…

῾Ως τεῖχος, καταφυγῆς καλοῦμέν σε,*  ̉Ορθοδόξων οἱ χοροὶ θεοφόρε,* καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμά­καρ,* σὲ  ὀνομάζομεν, Κύριλλε,  ἅπαντες,* δεόμε­θά σου, ἀγαθέ,* ἐκ τῶν παθῶν τοὺς ἱκέτας διάσωσον.

Προστάτην σε τῆς ζωῆς ἐπίσταμαι* καὶ ἀκοίμη­τον φρουρὸν σὲ κατέχω,* τοὺς πειρασμοὺς ἀ­πε­λαύ­νεις μακρόθεν,* σὺ καὶ τὰς νόσους διώ­κεις ταχύ­τατα,* Κύριλλε θαυματουργέ,* ̉Ορθοδόξων στεῤῥὸν κατά­φύγιον.

Τὰ τέκνα τῶν  ̉Ορθοδόξων φύλαττε* ἐκ τῶν βελῶν τοῦ Βελίαρ, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, Κύριλλε μυροβόλε,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δεόμεθά σου ταπεινῶς,* ἡμεῖς οἱ πρός σε πίστει προσφεύγοντες.

Θεοτοκίον.

̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* Θεοτόκε, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀ­παύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμε­θα γονυκλινῶς,* Θεομήτωρ,  ἡμεῖς οἱ ἀνάξιοι.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,  ̉Αρχιθύτα,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγο­μεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυ­σώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως  καὶ τὸ Κοντάκιον.  Ἦχος β´. Προστασία...

Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυ­ντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθε­τος·* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοή­θειαν ἡ­μῶν τῶν πι­στῶς δεομένων σου·* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦ­σε ἐκ τῶν κινδύνων,*  Κύριλλε σοφέ, ἰσχυρὸν* τῶν  ̉Ορθοδό­ξων κατα­φύγι­ον. 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ῾Οσίου Αὐτοῦ. (δίς)

Στίχος: Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν  ἡμῖν;

Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς:  ̉ Εκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17-23) , …

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πολὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἄπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ̉ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε: Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσατε ἰδοῦ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ …

Ταῖς τοῦ ̉Αρχιθύτου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν …

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...

Μὴ ἐγκαταλείπης με* τῶν  ̉Ορθοδόξων προ­στάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέ­ξαι δέη­σιν τοῦ ἱκέτους σου·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι* ἀρχεκάκου τὰ τοξεύματα·* σκέπην οὐ κέ­κτημαι* οὐδὲ ποῦ πρσφύγω, Πανά­ριστε,* πά­ντοθεν πολεμού­με­νος* καὶ παραμυθί­αν οὐκ ἔχω πλὴν σου.* Σπεῦ­σον, Θεοφόρε,* καὶ γίνου  σὺ  προ­στάτης καὶ  φρουρὸς* καὶ  βακτηρία ἀκλόνητος* τῶν πιστῶν Μακάριε.

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου…

῾Ο Χορός: Κύρει, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς:  ̉Ελέει καὶ οἰκτιρμοῖς …

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

 ̉Ασθενῶν ἰατρεῖον* καὶ πτωχῶν καταφύγιον μέ­γα, ἔνδοξε,* σὺ ὄντως ἀνεδείχθης,* Κύριλλε Θεόφρων, διὸ πίστει κραυγάζομεν·* ῾Ο τῶν πατέρων ἡμῶν* Θεὸς, εὐλογητὸς εἶ.

Τῶν ἀτέκνων κατέστης* καταφύγιον μέγα σύ, Πνευματέμφορε,* καί πάντων τῶν ποθού­ντων* ἰδεῖν Θεοῦ τήν δόξαν* ἀρωγός, διό κράζω­σι,* ῾Ο τῶν πατέρων ἡμῶν* Θεὸς, εὐλογητὸς εἶ.

Νικητὰς ἁμαρτίας* τοὺς πιστοὺς σὺ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεόμεθα ἁπαύστως* διό σοι  καταφεύγομεν,* Κύριλλε θαυμαστέ,* πιστῶν ἡ βακτηρία. 

Θεοτοκίον.

Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχο­μαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀ­νακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πει­ραστοῦ* καὶ τῶν αἰρετιζόντων.     

ᾨδὴ η’. Τόν Βασιλέα…

Τὸν  ̉Αρχιθύτην* καὶ τοῦ Ροστὼβ τὸν ποιμένα* ἱκετεύσομεν πάντες βοῶντες,* Κύριλλε, παράσχου* πραότητα ἱκέταις.

Σὲ  ̉Αρχιθύτα* τῶν  ̉Ορθοδόξων τὰ πλήθη* ἱκετεύουσι πίστει βοῶντες* παράσχου ἱκέταις* ἀνώδυνα τά τέλη.

Τὴν ἀνομβρίαν* καὶ τοῦ πυρὸς τὴν μανίαν,*  ̉Αρχιθύτα Κύριλλε, λιταῖς σου* ὁ Κριτὴς τοῦ κόσμου* ταχέως καταπαύει.

Θεοτοκίον.

Τὴν ἀνεργίαν, Παρθενομήτωρ Μαρία,* σαῖς λι­ταῖς* ἐξ ῾Ελλάδος* ὁ Πλάστης ἐκδιώκει˙* διὸ δο­ξάζομέν σε.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...

̉Αγάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομο­νήν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.

̉Εκ τῆς φιλαργυρίας* καὶ τῆς φλυαρίας,*  ̉Αρχιθύτα Κύριλλε, σῶσον με* καὶ τοὺς πρὸς σὲ προσδραμόντας* παθῶν ἀπάλλαξον.

῾Ροὴν μου τῶν δακρύων* μὴ ἀποποιήσῃς,*  ̉Αρχιθύτα Κύριλλε Θεοδόξαστε,* καὶ ἐκ ψυχῆς μου  τὴν  λύπην* τάχος διάλυσον.

Θεοτοκίον.

̉Εξ ὄγκων δυσιάτων* φύλαττε, Παρθένε,* τοὺς σοῦ ἱκέτας δεόμεθα πάντες θερμῶς* καὶ ἐκ παθῶν ἐφαρμάτων* ἡμᾶς προστάτευσον.

Καὶ εὐ­θὺς τὰ πα­ρόν­τα Με­γα­λυ­νά­ρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιω­τέ­ραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρί­τως τῶν Σε­ρα­φείμ,*  τὴν  ἀδιαφθόρως  Θεὸν  Λό­γον  τε­κοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύ­νομεν.

Πάντας τοὺς προστρέχοντας ἐπὶ σὲ* μὴ ἐγκατα­λεί­πεις* ἀλλὰ δίδου ὑπομονήν,* πίστιν καὶ ἀγά­πην,* ὑγείαν, σωφροσύνην* καὶ τοῦ Θεοῦ τὴν δόξαν* ἰδεῖν ἀ­ξίωσον.

Δαίμονας κατέβαλες, θαυμαστέ,* διὰ πολλῶν ἀ­γώ­νων* νηστειῶν τε καὶ προσευχῶν* καὶ γέγο­νας δο­χεῖον* Πνεύματος ῾Αγίου* ὡς καὶ συμπολίτης* τοῦ Πα­νοικτίρμονος.

Φύλαττε τὸ σῶμα μου, θαυμαστέ,* ἀπὸ τοῦ καρκί­νου* καὶ ἐκ νόσων παντοειδῶν,* ὡς καὶ τὴν ψυ­χὴν μου* ἐκ  τῶν  παθῶν,  τρισμάκαρ,* Κύριλλε  ̉Αρχιθύτα,* πιστῶν ὁ πρόμαχος.

Πᾶσαν τὴν ἐλπίδα μου, ἱερέ,* πρὸς σὲ ἐπιῤῥίπτω* ὁ τάλας καὶ δυσσεβής,* διὸ σοι προστρέχω* Κύριλλε  ̉Αρχιθύτα,* καὶ ἐκζητῶ, παμμάκαρ,* τὴν προστασίαν σου.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πά­ντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς  τὸ  σωθῆναι  ἡμᾶς.

῾Ο Χορός τὸ Τρισάγιον, Πάτερ ἡμῶν.. ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν… Ὁ Χορός: ̉ Α­μήν. 

Εἶ­τα τὸ  ̉̉̉Απολυτίκιον. Ἦχος γʹ. Θείας πίστεως

῾Ροστὼβ πρόμαχος καὶ πολιοῦχος* καὶ ἀκοίμητος φρουρὸς κατέστης,*  ̉Αρχιθύτα Κύριλλε πανσεβάσμιε,* σὺ τοὺς πιστοὺς θεοπρεπῶς ἐποίμανας* καὶ αὐτῶν, μάκαρ, προστάτης, γέγονας.* Θεοδόξαστε, τὸν Λόγον Θεὸν ἱκέτευε* δωρήσασθαι ἡμῖν πταισμάτων ἄφεσιν. 

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ μικρὰ ἀπόλυσις. Τῶν  πιστῶν  ἀσπαζομένων  τὰς εἰκόνας  ψάλλομεν:

῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.

Δέχου παρακλήσεις μοναστῶν,* δέχου  ̉Ορθοδόξων δεήσεις,* ὦ  ̉Αρχιθύτα Χριστοῦ,* ἄλλον γὰρ οὐκ ἔ­χομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ πα­θῶν ἐμπι­μπλάμενοι* ἀόκνως, φωσφόρε,* σὲ ἐπικαλούμε­θα καὶ ἱκετεύομεν˙* Κύριλλε Ροστὼβ ποιμενάρχα,* ῥῦ­σαι τοὺς ἱ­κέτας σου τάχος* ἐκ πάσης περιστάσεως καὶ θλί­ψεως.

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνά­γκης  καὶ θλίψεως.

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡ­μᾶς.

̉Αμήν



1. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ…, Καὶ νῦν…  



Δεν υπάρχουν σχόλια: