Πέμπτη, Μαΐου 28, 2026

 

Μάρτυς Αγία Θεοδοσία (29 Μαΐου)

῾Η ῾Αγία Θεοδοσία

῾Η ̒Αγία Θεοδοσία καταγόταν ἀπό τήν Τύρο τῆς Φοινίκης ἡ ὁποία δέν εἶχε μόνον παρθενικό σῶμα, ἀλλά καί παρθενική ψυχή.  ̉Από τήν ἡλι­κία τῶν 18 χρονῶν εἶχε ζῆλο καί θερμή πίστη, ἀνάμεσα στίς νεαρές εἰδωλολάτρισσες γυναῖκες. Αὐτό καταγγέλθηκε στόν ἄρχοντα Οὐρβανό, πού μέ κάθε δελεαστικό τρόπο προσπάθησε νά τήν πείσει νά ἀρνηθεῖ τό Χριστό. ῞Ομως ἡ Θεοδο­σία ἔμεινε ἀμετακίνητη στήν πίστι της. ῾Ο Οὐρ­βανός, βλέποντας τήν ἐπιμονή της, ἐξοργίστηκε καί μέ θηριώδη τρόπο ἔσπασε τά κόκκαλά της καί πριόνισε τίς σάρκες της. ῎Επειτα, τήν πλη­σίασε καί τῆς πρότεινε νά ἀλλαξοπιστήσει, ἔστω καί τήν τελευταία στιγμή, κι αὐτός θά θεράπευε ἀμέσως τίς πληγές της. ῾Η Θεοδοσία μισοπεθα­μένη ἀπάντησε: «Εἶμαι χριστιανή». Τότε ὁ τύ­ραννος διέταξε καί τήν ἔριξαν στή θάλασσα, ὅ­που καί παρέδωσε τό πνεῦμα της.

   ῾Η ̉Εκκλησία ἐορτάζει τήν μνήμη της στίς 29 Μαΐου.

Παρακλητικὸς Κανὼν

εἰς τὴν Μάρτυρα ῾Αγίαν Θεοδοσίαν

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλ­μὸς ρμβ´ (142ος) εὐθὺς ὁ χορὸς σὲ  Ἦχον δ´ λέγει τὸ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,… (τετράκις) καὶ εἴτα τὰ παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.

Τὴν Θεοδόξαστον ὑμνήσωμεν πάντες* τῶν  ̉Ορ­θο­δόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατά­νύξει βοῶ­ντες ἐκ μέσης ψυχῆς·* ῥῦσαι τοὺς προστρέχο­ντας,* Θεοδοσία μάρτυς,* πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χρι­στὸν λιταῖς σου, θαυμα­στή,* σὲ γὰρ προστάτιν* ἀκοίμητον ἔχομεν.

Δόξα Πατρὶ… Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

῾Ως δόσιν θεόσδοτον, τὴν παρθενίαν τὴν σήν,* ἀγῶσιν ἀθλήσεως, Θεοδοσία σεμνή,* τῷ Λό­γῳ προσήγαγες˙* ὅθεν πρὸς ἀθανάτους, μετα­στᾶσα νυμφῶνας,* πρέσβευε  ̉Αθληφόρε,* τῷ Δε­σπότῃ τῶν ὅλων,* ῥυσθῆναι ἐκ πολυτρόπων, ἡ­μᾶς συμπτώσεων.

Καὶ νῦν  … Θεοτοκίον.

Οὐ σιωπήσομεν πότε, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ ἀναξιοι˙* εἰ μὴ γὰρ σὺ προΐ­στασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέ­ρους;* Οὐκ ἀ­ποστῶμεν, Δέσποινα, ἐκ σού˙* σοὺς γὰρ δούλους σώ­ζεις ἀεί, ἐκ παντοίων δει­νῶν.

Εἶτα τὸν Νʹ (50ος) Ψαλμόν (χύμα) καὶ ἀκολουθοῦν αἱ

ᾨδαὶ τοῦ Κανόνος.[1]

ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας…

Πολλοῖς συνεχόμενος πειρασμοῖς* πρὸς σὲ κα­ταφεύγω* σὴν βοήθειαν ἐκζητῶν˙* ἣν σὺ πα­ράσχου, Θεοδοσία,* καὶ ἐκ χειρῶν ἀρχεκάκου διάσωσον. 

Κρίνω, κατακρίνω, κακολογῶ* καὶ τὴν γλώσ­σαν μου, Μάρτυς, δαμάσαι ἀδυνατῶ˙* διὸ σοι προσφεύγων ἐξαιτοῦμαι* λιταῖς σου, Θεοδοσία πανύμνητε.

̉Εχθροῖς καὶ προστάταις σῶν ἱκετῶν* παρά­σχου ὑ­γείαν καὶ μετάνοιαν ἀληθήν.* Θεοδο­σία, πιστῶν τὸ κλέος* καὶ τῶν ἐν ἀνάγκαις σκέ­πη, πανένδοξε.

Θεοτοκίον.

Πανάσπηλε Κόρη τῆς Ναζαρέτ,* πρὸς σε κατά­φεύγω ὁ ἀχρεῖος γονυκλινῶς* καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι,* ὅπως ῥυσθῶ τοῦ πυρὀς τῆς κολάσεως. 

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…

̉Ορφανῶν ἀνεδείχθης* καταφυγή, ἔνδοξε,* καὶ τῆς νεολαίας προστάτης  ἀκαταμάχητος,*  διὸ  σοι προ­σέρχονται* τῶν  ̉Ορθοδόξων χορείαι*  καὶ  αἰ­τοῦσιν ἅπαντες* τὴν προστασίαν σου. 

Παραδείσου πολίτης,* Παμμάκαρ, σὺ γέγονας* καὶ τῶν οὐρανίων ταγμάτων* σὺ εἶ συνόμι­λος,* διὸ σέ, θαυ­μαστή,* καθικετεύομεν πάντες* ἡ­μᾶς τοὺς προσπί­πτοντας* ῥῦσαι ἐκ θλίψεων. 

Λυτρωτὴν τῶν ἀνθρώπων* καὶ Πλαστουργὸν ἅπαντες* σὲ καθικετεύομεν πίστει* καὶ σοῦ δεόμεθα,* Τοῦτον εὐμένησόν συ,* Θεοδοσία τρι­σμάκαρ,* τῶν πιστῶν τὸ στήριγμα* καὶ καταφύ­γιον.  

Θεοτοκίον.

̉Εν τῇ κλίνῃ τοῦ πόνου* εἰμὶ κατακείμενος* καὶ πα­ρηγορίαν οὐκ ἔχω* ὁ τάλας, ῎Αχραντε,* διὸ πρὸς Σε ταπεινῶς* καὶ μετὰ δέους προσπίπτω* καὶ αἰτῶ βοή­θειαν,* Νύμφη ἀνύμφευτε.

Διάσωσον* ἀπὸ κινδύνων, Θεοδοσία, σοῦ ἱκέ­τας* ὅ­τι πάντες δεητικῶς πρὸς σε καταφεύ­γο­μεν* τὸν μέ­γαν τῶν  ̉Ορθοδόξων προστάτην.

̉Επίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία…

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος τὸ ἀπόρθητον,* ἐλέ­ους πηγὴ* καὶ πιστῶν καταφύγιον,* ἐκτε­νῶς βοῶ­μεν σοι,* Θεοδοσία μάρτυς Χριστοῦ, πρόφθα­σον* καὶ παράσχου ἀκλινὴν* ὑγείαν τοῖς σοι πί­στει προ­σφέγουσι.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε...

Τῶν παθῶν μου τὸν τάραχον,* Θεοδοσία μάρ­τυς, σὺ τάχος κατάπαυσον* καὶ τὸν κλύδω­να κατεύνασον* τῶν ἐμῶν πταισμάτων, Θεοδόξα­στε.

Τοὺς πολέμους κατάπαυσον,* λιταῖς σου, Θεοδοσί­α πανύμνητε,* καὶ εἰρήνην ταῖς ἱκέταις σου*  παράσχου, μάρτυς πανευωδέστατε.

̉Ε κ τροχαίου διάσωσον* τοὺς πιστῶς ὑμνοῦντας σε, Καλλιπάρθενε,* καὶ τὸν κλύδωνα κατεύ­να­σον* τῶν παθῶν μου, κόρη Θεοδόξαστε.

Θεοτοκίον.

Παναγία πανάχραντε,* τὴν ῾Ελλάδαν σπεῦσον καὶ διαφύλαξον* ἐξ ἐχθρῶν ποικίλων, ἔνθεε,* οἱ πι­στοὶ ἀπαύστως* σοῦ δεόμεθα.

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…

Δίδου τοῖς πιστοῖς* ὑγιείαν, Θεοδόξαστε,* καὶ τοῖς νοσοῦσι γίνου θεραπευτής,* μαρτύρων κλέος* καὶ τῶν πιστῶν καταφύγιον. 

Κύριον θερμῶς* Θεοδοσία ἱκέτευε,* ὅπως παρά­σχῃ ἡμῖν ὑπομονήν,* ὡς καὶ εἰρήνην τοῖς οἴ­κοις ἡμῶν, ἀήττητε. 

῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.  

Θεοτοκίον.

Δέσποινα θερμῶς* ἱκετεύω Σε ὁ ἄθλιος* ὁμόνοι­αν, εἰρήνην καὶ χαράν,* τοῖς οἴκοις πάντων ἡ­μῶν* παράσχου, ̉Αμόλυντε.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Τὰ τέκνα τῶν ̉ Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοι­μοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, πιστῶν σὺ τὸ κλέος,* εἰς τὰς νομὰς τοῦ Κυ­ρίου ὁδήγη­σον* δεόμεθά σου ταπεινῶς,* Θεοδο­σία, πιστῶν κατα­φύγιον.

̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* Θεοδοσί­α, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων πα­γίδων ἀ­παύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσω­σον* δεόμε­θα γονυκλινῶς,* Φωτοφόρε, ἡμεῖς οἱ ἀνάξιοι.

῾Ως τεῖχος, καταφυγῆς καλοῦμέν σε,*  ̉Ορθοδό­ξων οἱ χοροί, θεοφόρε, καὶ ἰατρὸν ἐν τοῖς νό­σοις παμμάκαρ,* σὲ ὀνομάζομεν, μάρτυς πανύ­μνητε, δεόμεθά σου ἀγαθή, ἐκ τῶν παθῶν ἱκέ­τας διάσωσον.

Θεοτοκίον.

Πανάχραντε,  ̉Ορθοδόξους φύλαττε* καὶ διά­σωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλ­λοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον. 

Διάσωσον* ἀπὸ κινδύνων, Θεοδοσία, σοῦ ἱκέ­τας* ὅ­τι πάντες δεητικῶς πρὸς σε καταφεύ­γο­μεν* τὸν μέ­γαν τῶν  ̉Ορθοδόξων προστάτην.

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμη­νεύ­τως*  ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Δέησις καὶ τὸ Κοντάκιον.  Ἦχος βʹ. Προστασία...

Σὺ προστάτις τῶν  ̉Ορθοδόξων ἀκαταίσχυ­ντος* καὶ μεσίτις πρὸς τὸν Πλαστουργὸν ἀ­μετάθε­τος,* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς˙* ἀλ­λὰ πρό­φθασον, θαυματουργέ,* εἰς τὴν βοή­θειαν ἡ­μῶν* τῶν πιστῶς δεομένων σοι˙* δέχου τὰς παρακλήσεις*  καὶ  σπεῦσον εἰς ἱκεσί­αν,* σὺ εἶ ἀκοίμητος φρουρός,* Θεοδοσία μάρτυς, τῶν τιμῶντών σε.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοί. (δίς)

Στίχος:  Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

῾Υπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Μᾶρκον (Κεφ. εʹ. 24-34) 

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Τῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πο­λὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τὶς οὖσα ἐν ῥύσει αἵματος, ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑ­πὸ πολ­λῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ̉ ἑαυτῆς πά­ντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἐαυτή, ὅτι καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σω­θήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵμα­τος αὐ­τῆς, καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μά­στι­γος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἐαυτῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστρα­φεῖς ἐν τῷ ὄ­χλω, ἔλεγε: Τὶς μου ἤψατο τῶν ἱμα­τίων; Καὶ ἔλεγον αὐτῶ οἱ μαθηταὶ αὐτοῦ. Βλέ­πεις τὸν ὄχλον συνθλί­βοντά σε καὶ λέγεις, τὶς μου ἤψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμου­σα, εἰδυία ὁ γέγο­νεν ἐπ̉ αὐτή, ἦλθε καὶ προσέ­πεσεν αὐτῶ καὶ εἶ­πεν αὐτῶ πάσαν τὴν ἀλήθειαν. ῾Ο δὲ εἶ­πεν αὐ­τή: Θύγατερ, ἡ πίστις σου σέσωκέ σε, ὕ­πα­γε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μά­στιγός σου.

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρὶ....

Ταῖς τῆς Θεοδοσίας πρεσβείαις Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. βʹ. ῞Ολην ἀποθέμενοι...

Μὴ ἐγκαταλείπεις με τῶν ̉Ορθοδόξων προστά­τα* τὸν θερμῶς προστρέχοντα* καὶ γονυκλι­νῶς αἰ­τοῦντα βοήθειαν˙* νόσοι κατέβαλον ὅλον μου τὸ σῶ­μα* καὶ τὴν ψυχὴν μου κατεράκωσαν πάθη δυ­σίατα* ὡς καὶ πειρασμοὶ ἀκατάβλητοι,* πάντοθεν πε­ρικέ­κλεισμαι καὶ παρηγορίαν οὐκ ἔ­χω πλὴν σου,* Θεοδοσία μάρτυς,* προπύργιον ἁ­πάντων τῶν πιστῶν* καὶ καταφύγιον, ἔνδοξε,* ἡμῶν τῶν ὑμνοῦντων σε.

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς  ᾨδὰς τοῦ Κανό­νος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

̉ Ιησοῦν τὸν Σωτήρα* ὃν ἠγάπησας, μάρτυς, τα­χὺ δυσώπησον* ῥυσθῆναι τῶν πτασμάτων* ψυχῆς τε μολυσμάτων* τοὺς ἐν πίστει κραυγά­ζοντας˙* χαῖρε, πιστῶν ὁ φρουρὸς* καὶ πάντων ὁ προστάτης.

̉ Ορθοδόξων κατέστης* ἰατρὸς ὁ ἀλάνθαστος καὶ ἀ­νάργυρος,* Θεοδοσία μάκαρ* καὶ πάντων ὁ­δοδείκτης* ἀκλινὴς καὶ ἀλάνθαστος* τῶν δὲ πι­στῶν σὺ φρουρὸς* ἀκοίμητος καὶ ῥύστης. 

Νικητὰς ἁμαρτίας* τοὺς πιστοὺς σὺ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεόμεθα ἁπαύστως* διὸ σοι καταφεύγομεν,* Θε­οδοσία σεμνή,* πιστῶν ἡ βακτηρία. 

Θεοτοκίον.

Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀ­νακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χει­ρῶν πει­ραστοῦ* καὶ τῶν αἰρετιζόντων.

ᾨδὴ ηʹ. Τὸν Βασιλέα.

Τὸν Βασιλέα καὶ Ποιητὴν τῶν ἁπάντων* καθι­κέτευε, Μάρτυς, βοῶμεν,* ἵνα ἀπαλλάξῃ* πι­στοὺς ἐκ τοῦ καρκίνου.

̉Αδυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θε­ρα­πεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέ­ας* χα­ρὰν παρέχει, μάρτυς.

Τὴν ἀνεργίαν,* Θεοδοσία, λιταῖς σου* ὁ Δεσπό­της τῶν ὅλων ἀπελαύνει* καὶ πιστοῖς παρέ­χει* τα­χέως ἐργασίαν. 

Θεοτοκίον.

Τὴν μαρτυρίαν* τοῦ Σοῦ Υἱοῦ τοῖς ἀνθρώποις* βοήθει, Θεοτόκε, διδῶμεν,* ἵνα λυτρωθῶμεν* πυρὸς τοῦ αἰωνίου.  

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...

Σεμνὴ Θεοδοσία,* σοι πόθω προσφεύγω* καὶ ἐκ­ζητῶ σὴν βοήθειαν, πάντιμε* ἣν σοι παρά­σχου ταχέως* ἐμοὶ τῷ τάλανι.

Εἰρήνην καὶ ἀγάπην,* πίστιν καὶ ἐλπίδα* ὑπο­μονὴν καὶ πραότητα, ἔνθεε,* παράσχου τάχος ἱκέταις,* μάρτυς πανένδοξε.

Μετάνοιαν οὐκ ἔχω* διὸ καὶ πτοοῦμαι* καὶ σοι προσπίπτω δεόμενος, εὔσημε,* ἣν σοι  παρά­σχου ταχέως* ἐμοὶ τῷ τάλανι. 

Θεοτοκίον.

῾Ημᾶς τοὺς ̉Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν Θεοτόκε, οἱ ἀχρείοι,* πιστῶν τὸ καύχημα.

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμι­ωτέραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυ­γκρίτως τῶν Σερα­φείμ,*  τὴν  ἀδιαφθόρως  Θεὸν   Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγα­λύνομεν.

Χαίροις, τῶν μαρτύρων ἡ καλλονή,* τῶν δὲ  ̉Ορ­θοδόξων, Θεοδοσία, καταφυγὴ* καὶ τῶν ἐν ἀνά­γκαις ἀκοίμητος προστάτις* καὶ πάντων τῶν ἐν θλί­ψει* τὸ καταφύγιον.

Πάντας τοὺς προστρέχοντας ἐπὶ σε* μὴ ἐγκα­τα­λείπεις,* ἀλλὰ δίδου ὑπομονήν,* πίστιν καὶ ἀ­γά­πην,* ὑγείαν, σωφροσύνην* καὶ τοῦ Θεοῦ τὴν δό­ξαν* ἰδεῖν ἀξίωσον.

Τὴν Θεοδοσίαν πανευλαβῶς* ὑμνήσωμεν πόθῳ  ̉Ορθοδόξων τε οἱ χοροὶ* καὶ πρὸ τῆς εἰκόνος* αὐ­τῆς ἀκαταπαύστως* προσπέσωμεν  αἰτοῦ­ντες,* Χρι­στοῦ, τὸ ἔλεος. 

Χαίροις, τῶν μαρτύρων ἡ καλλονή,* Θεοδοσία μάκαρ,  ̉Ορθοδόξων καταφυγὴ* καὶ τῶν ἐν ἀ­νά­γκαις ἀκοίμητος προστάτις* καὶ πάντων τῶν ἐν θλί­ψει* τὸ καταφύγιον.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου*  ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πά­­ντες,* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβεί­αν,* εἰς τὸ σω­θῆναι ἡμᾶς.

῾Ο Χορός: Τὸ Τρισάγιον, τὸ Πάτερ ἡμῶν…῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν… καὶ τὸ

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

῾Ως δόσιν θεόσδοτον, τὴν παρθενίαν τὴν σήν,* ἀγῶσιν ἀθλήσεως, Θεοδοσία σεμνή,* τῷ Λό­γῳ προσήγαγες˙* ὅθεν πρὸς ἀθανάτους,* μετα­στᾶσα νυμφῶνας,* πρέσβευε Ἀθληφόρε,* τῷ Δε­σπότῃ τῶν ὅλων,* ῥυσθῆναι ἐκ πολυτρόπων, ἡ­μᾶς συμπτώσεων.

῾Ο ῾Ιερεύς ποιεῖ Δέησιν, καὶ ποιεῖ μικρὰν ἀπόλυσιν. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλο­μεν:

῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.

Πάντας τούς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνος,* Θεοδοσία, πιστῶν χαρμο­νή,* δίδου σὺ με­τάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ τα­πείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀ­κοίμη­τον καὶ ὁδηγὸν ἀσφαλῆ.* Κόρη,  ̉Εκκλησίας τὸ κλέ­ος* ἀ­σθενῶν ἐδείχθης θερά­πων* καὶ τῶν ̉Ορ­θοδόξων κα­τάφύγιον.

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνά­γκης  καὶ θλίψεως.

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς: Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

̉Αμήν.


[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν…   



Δεν υπάρχουν σχόλια: