Τετάρτη, Ιουνίου 03, 2026

 

Όσιος Αγαπητός ο Ανάργυρος και Ιαματικός. (1ῃ ̉ Ιουνίου)

 

Ὅσιος Ἀγαπητός

ὁ ̉ Ανάργυρος καί ̉  Ιαματικός

Ο Ὅσιος Ἀγαπητὸς ἔζησε στὴ Ρωσία περὶ τὸν 11ο αἰώνα μ.Χ. καὶ ἀσκήτεψε στὴ Μεγάλη Λαύρα τοῦ Κιέβου στὰ χρόνια τοῦ Ὁσίου Ἀντωνίου τοῦ ὁποίου ἦταν μαθητής († 10 Ἰουλίου). Ὁ Ὅσιος πράγματι ἦταν ἀγαπητὸς στὸν Θεὸ καὶ ἔτσι τὸν ἀξίωσε τοῦ χαρίσματος τῆς θαυματουργίας. Ἡ φήμη του ἁπλώθηκε παντοῦ καὶ πλήθη πιστῶν ἔρχονταν στὸν Ὅσιο, γιὰ νὰ θεραπευθοῦν. Γιὰ τὸ λόγο αὐτὸ τὸν ἀποκαλοῦσαν ἰατρό

   Στό Κίεβο ζοῦσε ἕνας διάσημος παθολόγος ὁ ὁποῖος δέν μπόρεσε νά κάνει καλά μία ἄρρωστη γυναίκα.  ̉Εκείνη τότε κατέφυγε στόν ῞Οσιο  ̉Αγαπητό ὁ ὁποῖος τήν θεράπευσε. ῾Ο γιατρός, ὅταν τό ἔμαθε, γεμάτος φθόνο προσπάθησε νά τόν δηλητηριάσει, ὁ Θεός ὅμως τόν προστάτεψε καί δέν ἔπαθε τίποτα. 

   Ἀνάμεσα στοὺς ἄλλους, ἐθεράπευσε καὶ τὸν πρίγκιπα τοῦ Τσέρνιγκωφ Βλαδίμηρο Βσεβολόντοβιτς, ὁ ὁποῖος ἀργότερα ἔγινε μεγάλος πρίγκιπας τοῦ Κιέβου μὲ τὴν ἐπωνυμία «Μονομάχος» (1114 - 1125).

   Ὁ Ὅσιος Ἀγαπητὸς ἐκοιμήθηκε μὲ εἰρήνη καὶ τὰ ἱερὰ λείψανά του φυλάσσονται στὸ Σπήλαιο τοῦ Ἁγίου Ἀντωνίου (Λάβρα Πετσέρσκα)

Παρακλητικὸς Κανὼν

εἰς τὸν ῞Οσιον ̉Αγαπητὸν τὸν ̉Ανάργυρον

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσά­κουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:

Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τὸν Θεοδόξαστον, ὑμνήσωμεν πάντες* τῶν  ̉Ορ­θοδόξων οἱ χορο καὶ προσπέσωμεν* ἐν κατά­νύξει βοῶντες ἐκ μέσης ψυχῆς·* ῥῦσε τοὺς σοι σπεύδοντας,*  ̉Αγαπητὲ παμμάκαρ,* πάσης περιστάσε­ως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χρι­στὸν λι­ταῖς σου, θαυμαστέ,* σὲ γὰρ θεράποντα ἀνάργυρον ἔχομεν.  

Δόξα Πατρὶ… ̉ Απολυτίκιον. Ἦχος γʹ.

῞Οσιε καὶ ἰαματικὲ  ̉Αγαπητέ,* πρέσβευε τό πα-νυκτήρμονι Θεῷ,* ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν… Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ  ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σού­των κιν­δύ­νων;* Τὶς  δὲ  διεφύλαξεν  ἔως  νῦν  ἐ­λευθέ­ρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ  σοῦ˙* σοὺς γὰρ δούλους σώζεις αεὶ* ἐκ παντοίων δει­νῶν.

Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας[1]...

Προσπίπτω ἐνθέρμως  ̉Αγαπητέ,* πρός σε ὁ ἀχρεῖος* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν παρέχει ὁ Πλάστης ἀφθόνως* τοῖς σοι προστρέχουσι πίστει, πανένδοξε.

Ψυχὴν τε καὶ σῶμα,  ̉Αγαπητέ,* ἐμοῦ τοῦ ἀθλίου* σὺ θεράπευσον ταχυνῶς,* καὶ τοῖς σοι προστρέχουσι, Θεόφρον,* ἐκ τῶν βελῶν ἀρχεκάκου διάσωσον.

Εἰρήνην σὺ δίδου,  ̉Αγαπητέ,* διὰ τῶν λιτῶν σου* πρὸς τὸν Πλάστην καὶ Λυτρωτήν,* ἡμῖν τοῖς σοι προσφεύγουσι πίστει* καὶ ὑγιείαν παράσχου, τρισόλβιε.

Θεοτοκίον.

Παρθένε ἱκέτευε σῷ Υἱῷ,* ὅπως παράσχῃ τοῖς Σοι προστρέχουσι εὐλαβῶς* μετάνοιαν, πίστιν καί ὑγείαν,* ὡς καί τά τέλη τοῦ βίου ἀνώδυνα.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος…

Τοῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβε­σον,*  ̉Αγαπητέ, ἀ­γροὺς καὶ οἰκίας* σὺ διαφύ­λα­ξον,* ἵνα  ὑμνοῦμεν  σὲ* τὸν  τοῦ  Χριστοῦ  στρατιώ­την* τῶν πιστῶν τὸ στήριγμα* καὶ κατα­φύγιον. 

῾Ικετεύω σέ, πάτερ,* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξον,* σὺ γάρ,  ̉Αγαπητέ,* τὸν Λυτρωτὴν καί Σωτήραν,* ἐκ παιδὸς ἠγάπησας* καὶ διεκήρυξας.

̉Ο ρθοδόξων ἐδείχθης* φρουρὸς ὁ ἀκοίμητος* καὶ τῶν μοναζόντων τὸ κλέος ὡς καὶ τὸ πρότυπον* τῶν δὲ νοσοῦντων ἀεὶ* σὺ ἰατρὸς καὶ προστάτης* καὶ χη­ρῶν ὑ­πέρμαχος* ἀκατανίκητος.

Θεοτοκίον.

̉Ορθοδόξων τὰ τέκνα* καλῶς διαφύλατ­τε* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστει* ταῦτα σὺ τήρησον,* ἵνα πορεύ­ονται* ἐν τῇ ὁδῷ τοῦ Υἱοῦ Σου* καὶ Αὐ­τὸν δοξά­ζουσι* διὰ τοῦ βίου των. 

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,  ̉Αθλοφόρε,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγο­μεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

̉Επίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτό­κε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κά­κωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ὁ Χορός τὸ Κύ­ριε, ἐλέησον (δωδεκάκις) καὶ τὸ

Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, σεμνέ,* καὶ κόσμου καταφύγιον* ἐκτενῶς βο­ῶμεν σοί,* πάντιμε  ̉Αγαπητέ, πρόφθα­σον* καὶ ἐκ κιν­δύνων λύτρωσαι ἡμᾶς,* τοὺς  σοι  πόθῳ  καὶ  πίστει  προσφεύγοντας. 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε...

Τοὺς νοσοῦντας θεράπευσον,* ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποι­εῖν καλὰς διαγνώσεις πάντοτε.  

Σὲ προστάτην καὶ στήριγμα* καὶ φρουρὸν ἀκοίμητον οἱ  ̉Ορθόδοξοι,* Νεομάρτυς  ̉Αγαπητέ, ἔχοντες* οὐ πτοούμεθα, Θεοκοινώνητε.

Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι,  ̉Αγαπητέ εὔσημε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

Θεοτοκίον.

̉Εκ τροχαίου προστάτευσον* τὸν ἱκέτην, Δέσποινα Θεονύμφευτε,* καὶ τοὺς εἰς Σὲ κατα­φεύγο­ντας* ὑ­γιείαν δίδου, Παναμώμητε. 

ᾨδὴ ε’. Φώτισον ἡμᾶς…

῞Υπνον ἐλαφρόν* καί ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καί ταῖς λιταῖς Σου* τῆς ψυχῆς τά πάθη κοίμησον.

Σκέδασον σοφέ, τῶν παθῶν μου τὰ σκιρτήματα, καὶ τῷ Θεῷ σὺ αἴτει θαυματουργέ, ἵνα ῥυσθῶμεν, τῆς αἰωνίου κολάσεως.

Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς,  ̉Ιωάσαφ θαυμαστέ,* καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.  

Θεοτοκίον.

Νόσων ἰατρὸς* ἀνεδείχθης, Θεοδόξαστε,* διὸ σοι πάντες  προσφεύγομεν  θερμῶς* καὶ   ἐξαιτοῦμεν παρασχεῖν ἡμῖν μετάνοιαν.

ᾨδὴ στ’. Τὴν δέησιν ἐκχεῶ…

Τὰ τέκνα τῶν  ̉ Ορθοδόξων φύλαττε* ἐκ τῶν βελῶν τοῦ Βελίαρ, Θεόφρον,* καὶ ταῖς λιταῖς σου,  ̉Αγαπητὲ μάρτυς,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δεόμεθά σου ταπεινῶς,* ἡμεῖς οἱ πρός σε πίστει προσφεύγοντες.

̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,*  ̉Αγαπητέ, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀ­παύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμε­θα γονυκλινῶς,* Νεομάρτυς, ἡμεῖς οἱ ἀνάξιοι.

̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* ̉Αγαπητέ, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀ­παύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμε­θα γονυκλινῶς,* Νεομάρτυς, ἡμεῖς οἱ ἀνάξιοι.  

Θεοτοκίον.

Πανάχραντε,  ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλ­λοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,  ̉Αθλοφόρε,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγο­μεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυ­σώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως  καὶ τὸ Κοντάκιον.  Ἦχος β´. Προστασία...

Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυ­ντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθε­τος·* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοή­θειαν ἡ­μῶν τῶν πι­στῶς δεομένων σου·* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦ­σε ἐκ τῶν κινδύνων,*  ̉Αγαπητέ νόσων ἰατρέ* καί τῶν πιστῶν τῶν κατα­φύγι­ον. 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. (δίς)

Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ, ἐθαυμάστωσεν αὐτοῦ ὁ Κύριος.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς:  ̉Εκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ι΄. 1, 5)  ἁγί­ου Εὐαγγελίου …

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς, λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ καὶ Υἱῷ…

Ταῖς τοῦ  ̉Αναργύρου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...

Μὴ ἐγκαταλείπης με* τῶν  ̉Ορθοδόξων προστάτα,*  ̉Αγαπητὲ ἔνδοξε,* ἀλλὰ δέ­ξαι δέη­σιν τοῦ ἱκέτους σου·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι* ἀρχεκάκου τὰ τοξεύματα·* σκέπην οὐ κέ­κτημαι* οὐδὲ ποῦ πρσφύγω, Πανά­ριστε,* πά­ντοθεν πολεμού­με­νος* καὶ παραμυθί­αν οὐκ ἔχω πλὴν σου.* Σπεῦ­σον, Θεοφόρε,* καὶ γίνου σὺ προ­στάτης καὶ φρουρὸς* καὶ βακτηρία ἀκλόνητος* ἐμοῦ τοῦ τρισάθλιου.

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου…

῾Ο χορός: Κύρει, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

̉Ο ρθοδόξων κατέστης* ἰατρὸς ἀλάνθαστος καὶ ἀ­νάργυρος,* ̉Αγαπητέ παμμάκαρ* καὶ πάντων ὁ­δοδείκτης* ἀκλινὴς τε καὶ ἀσειστος* τῶν δὲ πιστῶν βοηθὸς* ἀκοίμητος καὶ ῥύστης.

Τῶν ἀτέκνων κατέστης* καταφύγιον μέγα σύ, Πνευματέμφορε,* καὶ πάντων τῶν ποθοῦ­ντων* ἰδεῖν Θεοῦ τὴν δόξαν* ἀρωγός, διὸ κράζω­σι,* χαῖρε  ̉Αγαπητέ,* πιστῶν ἡ βακτηρία.

̉Αγαπητέ φωσφόρε,* πρὸς σὲ πίστει προσέρχο­μαι ὁ ἀνάξιος* καὶ χείρας μού σοι αἴρω* καὶ πόθῳ ἀ­νακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πει­ραστοῦ* καὶ τῶν αἰρετιζόντων.     

Θεοτοκίον.

Τοῦ σεισμοῦ τὴν μανίαν* καταπαύει ὁ Πλάστης, Θεομακάριστε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ  γονυκλινῶς σοῦ  δέονται,* τὸν Σόν Υἱόν Μαριάμ, εὐμένισον λιταῖς Σου. 

ᾨδὴ η’. Τόν Βασιλέα…

 ̉Αδυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θε­ρα­πεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέ­ας* χα­ρὰν παρέχει τάχος.

Τὴν ἀνεργίαν*  ̉Αγαπητέ, ταῖς λιταῖς σου,* ὁ Δεσπό­της τῶν ὅλων ἀπελαύνει* καὶ πιστοῖς παρέ­χει* τα­χέως ἐργασίαν.

Σύ τάς ἰώσεις* ἐκ τῶν πιστῶν ἀπελαύνεις,* καί ὑγιείαν τάχος παρέχεις* διό σοι πάντες* προσφεύγουσι παμμάκαρ. 

Θεοτοκίον.

Τὸν Κύριόν μας* καὶ Λυτρωτὴν τῶν ψυχῶν μας* κα­θικέτευε, Μαρία Παρθένε,* ὅπως οἱ ἀχρεί­οι* ῥυ­σθῶμεν τῆς γεένης.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...

̉Αγάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπο­μο­νήν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσ­φῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.  

Λιμὴν σὺ καὶ προστάτης,* πάντων  ἀνεδεί­χθης* καὶ τῶν  ̉Ορθοδόξων τεῖχος ἀκράδαντον,* κα­ταφυγὴ τε καὶ σκέπη* καὶ ἀγαλλίαμα.

Τὰ τέκνα ̉Ορθοδόξων* σὲ καθικετεύω* ἐκ τῆς ἀπιστί­ας τάχος διάσωσον* καὶ εἰς νομὰς τοῦ Κυρί­ου* ταύ­τα ὁδήγησον.

Θεοτοκίον.

̉Ε ξ ὄγκων δυσιάτων* φύλαττε, Παρθένε,* τοὺς σοῦ ἱκέτας δεόμεθα πάντες θερμῶς* καὶ ἐκ παθῶν ἐφαρμάτων* ἡμᾶς προστάτευσον.

Καὶ εὐ­θὺς τὰ πα­ρόν­τα Με­γα­λυ­νά­ρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιω­τέ­ραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρί­τως τῶν Σε­ρα­φείμ,*  τὴν  ἀδιαφθόρως  Θεὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύ­νομεν.

Πάντων τῶν νοσοῦντων  ̉Αγαπητέ,* Τριὰς ἡ ῾Αγία* σὲ ἀνέδειξε ἰατρόν,* ὀρφανῶν προτάτην,* πενήτων τὸν τροφέα* καὶ πάντων τῶν ἐν θλίψει* τὸ καταφύγιον.

Χαίροις τῆς Ρωσίας ἄστρον λαμπρὸν* καὶ Λαύρας τοῦ Κιέβου* ὁ ἀτίμητος θησαυρός.* Χαίροις  ̉Ορθοδόξων* ἀγλάϊσμα καὶ δόξα* καὶ πάντων τῶν νοσοῦντων* τὸ καταφύγιον.  

῎Ελαβες τήν χάριν παρά Θεοῦ*  ̉Αγαπητέ μάκαρ* θεραπεύειν ὁλοτελῶς* ὄγκους καί ἰώσεις* καί πᾶσαν ἄλλην νόσων* διό σοι, Θεοφόρε, πίστει προσφεύγομεν.

Τὸν Χριστὸν ἠγάπησας ἐκ παιδός*  ̉Αγαπητέ μάκαρ*  ̉Ορθοδόξων ὁ ἰατρὸς* διὸ ἐνεδύθης* τῶν μοναχῶν χιτῶνα * ἐν Λαύρᾳ τοῦ Κιέβου* ἔνθα ἡγίασας.

Πάντας τοὺς προστρέχοντας ἐπὶ σε* φύλαττε βοῶμεν,* ̉Αγαπητέ θαυματουργέ,* ἐκ πάσης κακίας,* τροχαίου,  ἀνεργίας* καὶ  ἐκ χειρῶν  δαιμό­νων* πάντας προστάτευσον. 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πά­ντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς  τὸ  σωθῆναι  ἡμᾶς.

῾Ο Χορός: τὸ Τρισάγιον, Πάτερ ἡμῶν... ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν… Ὁ Χορός: ̉ Α­μήν. 

̉Εἶ­τα τὸ  ̉̉̉Απολυτίκιον. Ἦχος γʹ.

῞Οσιε καὶ ἰαματικὲ  ̉Αγαπητέ,* πρέσβευε τό πανυκτήρμονι Θεῷ,* ἵνα πταισμάτων ἄφεσιν* παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Δέησις καὶ μικρὰ ἀπόλυσις. Τῶν  πιστῶν  ἀσπαζομένων  τὰς εἰκόνας  ψάλ­λομεν:

῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου...

Πᾶσι τοῖς προστρέχουσι πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνας,*  ̉Αγαπητέ θαυμαστέ,* δίδου σὺ με­τάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπεί­νωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοί­μη­τον καὶ ὁδηγὸν ἀσφαλῆ.* Μάκαρ,  ̉Ορθο­δόξων τὸ κλέ­ος* ἀσθενῶν ἐδείχθης θεράπων* καὶ τῶν ἐν ἀνάγκαις  καταφύγιον.

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνά­γκης  καὶ θλίψεως.

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡ­μᾶς.  ̉ Αμήν



[1] . Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ…, Καὶ νῦν…



Δεν υπάρχουν σχόλια: