Σάββατο, Ιουνίου 13, 2026

 

Όσιος Φιλόθεος ο εκ Σκλαταίνης Τρικάλων (13 ̉Ιουνίου)

Όσιος Φιλόθεος ὁ ἐκ Σκλαταίνης Τρικάλων

(κτίτωρ τῆς ῾Ιερᾶς Μονῆς ῾Αγίου ΣτεφάνουΑγίων Μετεώρων - ῾Η μνήμη του ἑορτάζεται στὶς 13  ̉Ιουνίου)

̒Ο ῞Οσιος Φιλόθεος γεννήθηκε στὸ χωριὸ Σκλάταινα - Ρίζωμα - Τρικάλων.  ̉Απὸ μικρὸς ἔ­δειξε τὴν μεγάλη του ἀγάπη γιὰ τὴν ἐκκλησία καὶ τὸ Χριστό. ῞Οταν ἐνηληκι­ώθηκε ἄφησε τοὺς γονεῖς καὶ τὸ χωριό του καὶ ἦλθε στὸ βράχο τοῦ Πρωτομάρτυρος Στεφάνου ὅπου ἐπιδόθηκε στὴν ταπείνωσι, τὴν προσευχὴ καὶ τὴ νηστεία. Μὲ ἔξοδά του ἔκτισε ὄχι μόνον τὸ παλαιὸ καθολικὸ ἀλλὰ καὶ κελιὰ γιὰ τοὺς μοναχούς.Ο ναΐσκος τοῦ ῾Αγίου Στεφάνου, ποὺ ἀ­νήγειρε ὁ ῞Οσιος εἶναι ξυλόστεγη μονόκλιτη βασιλι­κὴ μὲ ἐσωνάρθηκα.

῾Ο ὅσιος Φιλόθεος εἰκονίζεται σὲ τοιχογρα­φία εἰς τήν εἴσοδον τοῦ νάρθηκα μὲ φωτοστέφανο. Εἰς τὴν ἐπιγραφὴν ποὺ ὑπάρχει δια­βάζουμε: «Ο ΟΣΙΟΣ ΠΑΤΗΡ ΗΜΩΝ ΦΙΛΟΘΕΟΣ ΚΑΙ ΚΤΗΤΩΡ ΤΟΥ ΑΓΙΟΥ ΣΤΕΦΑΝΟΥ ΥΠΑΡΧΩΝ ΕΚ ΧΩΡΑΣ ΣΚΛΑΤΑΙΝΗΣ». ῾Ο ῞Οσιος εἰκονίζε­ται ἐνδεδυμένος τὴν μοναχικὴν του περιβολὴν μὲ τὰ αὐ­στηρὰ ἀσκητικά του χαρακτηριστικά.  ̉Επὶ τῶν ἡ­μερῶν του τὸ μοναστήρι ἔ­γινε κοινόβιο. Κοιμήθηκε εἰρηνικὰ καὶ ἡ ἐκκλησία τὸν κατέταξε μεταξὺ τῶν ῾Αγίων.

   Στὴν γενέτηρά του, Ρίζωμα Τρικάλων, τὴν Κυριακὴ τοῦ Τυφλοῦ λιτα­νεύεται ἡ εἰκόνα του μετὰ τὴν πανυγυρικὴν Θείαν Λειτουργίαν ποὺ τελεῖται εἰς τὴν μνήμην του.

Παρακλητικὸς Κανὼν

Εἰς τὸν ῞Οσιον Φιλόθεον τὸν ἐκ Σκλαταίνης τῆς Τρίκκης

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:

῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ...

Τῷ Φιλοθέῳ ἐκτενῶς νῦν προσδράμωμεν,* ἁ­μαρ­τωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν* ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς.* ῞Οσιε βοήθη­σον σοὺς ἀχρείους ἱκέτας,* σπεῦσον ἀπολλύμεθα ἐκ βε­λῶν τοῦ Βελίαρ,* μὴ ἀποστρέψῃς ἱκέτας κε­νούς,* σὲ γὰρ προ­στάτην Ὀρθόδοξοι ἔχομεν.

Δόξα Πατρὶ... Τὸ αὐτὸ ἤ τὸ ̉ Απολυτίκιον

῏Ηχος πλ. α’. Τῆς ἐρήμου πολίτης...

Τῆς Σκλαταίνης τὸν γόνον καὶ Τρικκαίων τὸ καύχη­μα* καὶ τῶν ἀπ̉ αἰώνων ὁσίων μιμητὴν καὶ ὁμό­τρο­πον,* Φιλόθεον, τιμήσωμεν πιστοὶ* ῾Αγίων Μετε­ώ­ρων ἀθλητήν˙* τὸν πήξαντα ἐκ βάθρων τε τὴν μο­νήν* Στεφάνου πρώτου μάρτυρος Χριστοῦ.* Δόξα τῷ ἁγιά­σαντι αὐτόν˙* δόξα τῷ στεφανώσαντι˙* δόξα τῷ δω­ρουμένῳ δι̉ αὐτοῦ ἡμῖν τὰ κρείττονα.

Καὶ νῦν καὶ ἀεὶ...  Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·* εἰμὴ γὰρ σὺ προΐστασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·* σοὺς γὰρ δούλους σῴζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

ᾨδὴ αʹ.  Ἦχος πλ. δ'.  Ὑγρὰν διοδεύσας…

Προσπίπτω ὁ τάλας δεητικῶς* πρὸς σέ, ἀθλοφό­ρε,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἢν συ παρά­σχου σῷ ἱκέτῃ* τῆς Σκλαταίνης, τέκνον πανόσιον. 

Φιλόθεε, δέομαι ταπεινῶς* μὴ ἐγκαταλείπεις* εἰς τὰς χείρας τοῦ πτερνιστοῦ* τὸν σόν, ἀκατάβλη­τε, ἱκέτην* ἀλλὰ σὺ σπεῦσον καὶ σῶσον πρεσβείαις σου.

Παράσχου ἱκέτῃ ὑπομονήν,* ἀγάπην κα πίστιν,* ὡς καὶ φρόνημα ταπεινόν,* Φιλόθεε πάντιμε τῆς Τρίκκης* κλέος, δόξα καὶ φρουρὸς ὁ ἀκοίμητος.

Θεοτοκίον.

Πανάσπιλε, κόρη τῆς Ναζαρέτ* πρὸς σὲ κατά­φεύ­γω,* ὁ ἀχρεῖος, γονυκλινὴς* καὶ τὴν σὴν βο­ήθει­αν αἰτοῦμαι,* ὅπως ῥυσθῶ τοῦ πυρὸς τῆς κολά­σεως.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…

̉Ορθοδόξων ἐδείχθης* φρουρὸς ὁ ἀκοίμητος* καὶ τῶν μοναζόντων τὸ κλέος ὡς καὶ τὸ πρότυπον* τῶν δὲ νοσοῦντων  ἀεὶ* σὺ  ἰατρὸς καὶ προστάτης* καὶ χη­ρῶν ὑ­πέρμαχος* μάκαρ Φιλόθεε.

Σοῦ δεόμεθα, μάκαρ,* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξον* σὺ γάρ, Φιλό­θεε,* τὸν  Λυτρωτὴν  καὶ  Σωτῆρα,* ἐκτε­νῶς  ἱκέτευε* πάντες δεόμεθα.

Τοῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀ­γρούς, Θεοφόρε, καὶ οἰκίας* σὺ διαφύλα­ξον,* ἵ­να ὑμνοῦμέν σε* τὸν τοῦ Χριστοῦ  στρατιώ­την* τῶν πι­στῶν τὸ στήριγμα* καὶ καταφύγιον. 

Θεοτοκίον.

̉Ορθοδόξων ἐδείχθης, καταφυγὴ ῎Αχραντε, καὶ τῶν μοναζόντων τὸ κλέος, Θεομακάριστε, τῶν ἀσθε­νούντων ἀεί, σὺ ἰατρὸς καὶ προστάτις, καὶ χη­ρῶν ὑπέρμαχος, ἀκατανίκητος.  

Διάσωσον* ἀπὸ κινδύνων, Φιλόθεε, σοῦ ἱκέ­τας,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγο­μεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

̉Επίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν κα ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

   Εἶ­τα Δέησις ὑπὸ ὁ ῾Ι­ε­ρεύς καὶ τὸ Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμὴ...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, σεμνέ,* καὶ πιστῶν καταφύγιον* ἐ­κτε­νῶς βο­ῶμέν σοι,* Φιλόθεε ἔνδοξε, πρόφθα­σον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ καὶ  πί­στει  προσφεύγοντας. 

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…

Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Θαυμα­τουργὲ Φιλόθεε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

Καταπράϋνον Ὅσιε,* τὸν θυμὸν ταῖς ἱκεσίαις σου,* ὡς προστάτην γὰρ σὲ ἔχομεν,* πάντες οἱ ἱκέταις σου, Φιλόθεε.

Τῶν παθῶν μου τὸν τάραχον,* μυροβόλε Φιλόθεε, κατάπαυσον* καὶ τὸν κλύδωνα κατεύνασον* τῶν ἐμῶν πταισμάτων, Θεοδόξαστε.

Θεοτοκίον.

̉Εκ τροχαίου προστάτευσον* τοὺς ἱκέτας Σου, Δέ­σποι­να Πανύμνητε,* καὶ τοὺς εἰς Σὲ καταφεύγο­ντας* ὑ­γιείαν δίδου, Θεονύμφευτε. 

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…

Δέχου προσευχὰς* καὶ προσάγαγε αὐτὰς ταχὺ* τῷ Πλαστουργῷ, Φιλόθεε θαυμαστέ,* ἵνα δο­ξά­ζω ἀ­παύστως σέ, Θεοδόξαστε.   

῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* πα­ράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον. 

Νόσων ἰατρὸς* ἀνεδείχθης, Θεοδόξαστε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς* καὶ ἐξαιτοῦμεν παρασχεῖν ἡμῖν τὴν ἴασιν.

Θεοτοκίον.

῎Εμπλησον χαρᾶς εὐεργέτας τοῦ ἱκέτους σου* καὶ διαφύλαττε  αὐτούς,  Μαριάμ,* ἐκ  πάσης  βλά­βης* καὶ στενώσεως δεόμεθα.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ

Τὰ τέκνα τῶν ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοι-μοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, τῆς Τρίκκης τὸ εὔχος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δεόμεθά σου ταπεινῶς,* Φιλόθεε, πιστῶν κα­τα­φύγιον. 

Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱ­κετεύει ἀπαύστως* ῥῦσαι, παμμάκαρ Φιλόθεε, τάχος* ἐκ τῶν ποικίλων παγίδων ἱκέτας σου* καὶ Κύ­ριον τῶν οὐρανῶν* καταπράϋνον πάντες δεόμεθα.

Φιλόθεε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πά­σης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλο­δόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον. 

Θεοτοκίον.

῾Ως τεῖχος, καταφυγῆς καλοῦμέν σε,*  ̉Ορθοδόξων οἱ χοροὶ, Θεοτόκε, καὶ ἰατρὸν ἐν τοῖς νό­σοις παμ­μάκαρ,* σὲ ὀνομάζομεν ἅπαντες, ῎Αχραντε, δεό­μεθά σου, Μαριάμ,* ἐκ τῶν παθῶν ἱκέτας διάσω­σον.

Διάσωσον* ἀπὸ κινδύνων, Φιλόθεε, σοῦ ἱκέ­τας,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγο­μεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία.

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώ­πησον,* ὡς ἔ­χουσα μητρικὴν παῤῥησίαν.

Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία...

Σὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀ­κοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε·* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθα­σον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πι­στῶς δεο­μένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλά­νης* καὶ σῶ­σον ἐκ τοῦ καρκίνου* τοὺς καταφεύγο­ντας πρὸς σέ,* φωτοφόρε Φιλόθεε.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. (δίς)

Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέ­σχε μοι.

Τίμιος  ἐναντίον  Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22) ἁγί­ου Εὐαγγελίου …

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδι­νοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πο­λὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσα­λὴμ καὶ τῆς παρα­λίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐ­τῶν, καὶ οἱ ὀ­χλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθερα­πεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐ­τοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πά­ντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀ­φθαλμοὺς αὐτοῦ εἰς τοὺς μα­θητὰς αὐτοῦ ἔλεγε˙ μακά­ριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πει­νῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάρι­οι οἱ κλαίο­ντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσω­σιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσω­σιν ὑ­μᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πο­νηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι. 

Δόξα Πατρὶ καὶ Υἱῷ…

Ταῖς τοῦ ῾Οσίου Φιλοθέου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν κα ἀε…  

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...

Μὴ ἐγκαταλείπης με εἰς τῶν δαιμόνων τὰς χείρας,* ἀ­θλητὰ Φιλόθεε,* ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι,* τῶν δαιμόνων τὰ τοξεύματα,* σκέπην οὐ κέκτημαι,* οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος,* πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου˙* δόξα Μετεώρων,* ἐλπὶς  σὺ  καὶ  προστάτης τῶν πιστῶν,* μὴ μου παρίδῃς τὴν δέησιν* τὸ συμφέρον ποίησον.

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς:  ̉Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός: ̉ Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

Τοῦ σεισμοῦ τὴν μανίαν* καταπαύει ὁ Πλάστης, μά­καρ Φιλόθεε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ζωο­δότην  Χριστόν,* εὐμένισον  λιταῖς Σου.

Τῶν πτωχῶν σέ τροφέα* ὀνομάζομεν πάντες, μά­καρ Φιλόθεε,* καὶ τῶν ἀβοηθήτων* βοήθει­α καὶ σκέπη·* διὸ ἅπαντες ψάλλομεν* Χαῖρε, πι­στῶν χαρ­μονὴ* καὶ δόξα τῶν  ̉Αγγέλλων.

Θελητὴν τοῦ ἐλέους,* ὃν ἠγάπησας, πάτερ σεμνέ, δυσώπησον* ῥυσθῆναι τῶν πταισμάτων,* ψυχῆς τε μολυσμάτων,* τοὺς ἐν πίστει κραυγάζο­ντας·* Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Θεοτοκίον.

Λειτουργοὺς τοῦ ῾Υψίστου,* Θεοτόκε Μαρία, πά­ντες δεόμεθα* παράσχου ὑγιείαν* ταπείνω­σιν κα ῥώ­σιν,* ἵνα πόθῳ βοῶμεν σοι˙* ῾Ο τῶν Πατέ­ρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.

ᾨδὴ ηʹ. Τὸν Βασιλέα…

Τοὺς ̉Ορθοδόξους τοὺς σοι προσφεύγοντας πίστει* καί τήν σκέπην σου θερμῶς ποθοῦντας* παράσχου ἀ­παύ­στως,* Φιλόθεε, ὑγείαν.

Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις* κα σαρ­κός, Φιλόθεε, ὀδύνας,* διὸ σὲ δοξάζω ὁ τά­λας, μυ­ροβόλε.

Τοὺς πειρασμούς συ* τὰς προσβολὰς ἐκδιώκεις* καὶ παθῶν, Φιλόθεε, ἐφόδους* διὸ οἱ οἰκοῦ­ντες* ἐν Τρίκκῃ σὲ ὑμνοῦσι.

Θεοτοκίον.

Τὴν μαρτυρίαν τοῦ Σοῦ Υἱοῦ τοῖς ἀνθρώποις* βοή­θει, Θεοτόκε, διδῶμεν,* ἵνα λυτρωθῶμεν* πυ­­ρὸς τοῦ αἰωνίου.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…

Φιλόθεε, τὰ βρέφη* φύλαττε ἐκ νόσων* καί ἐπηρει­ῶν ἀρχεκάκου δεόμεθα* καὶ τοῖς γονεῦσιν πα­ράσχου* ῥώσιν καὶ δύναμιν.

῾Ο ῞Υψιστος λιταῖς Σου,* Φιλόθεε μάκαρ,* τοῖς πι­στοῖς παρέχει τάχος μετάνοιαν* καὶ πᾶσι τοῖς αἰτοῦσι* τὴν Θείαν φώτισιν.

̉ Αγάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομο­νήν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦ­ος τὰ ἄλγη* λιταῖς σου ἴασον.  

Θεοτοκίον.

Σοὶ Δέσποινα προσπίπτω* καὶ καθικετεύω* τοὺς  ̉Ὀρθοδόξους ἐκ πλάνης  διάσωσον* καὶ  κεκοιμημένοις λιταῖς σου* δίδου ἀνάπαυσιν. 

Καὶ εὐ­θὺς τὰ Με­γα­λυ­νά­ρια.

­῎Αξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς,* μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον,* τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ παναμώ­μη­τον καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.* Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ,* καὶ ἐνδοξο­τέ­ραν* ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ,* τὴν  ἀ­δι­α­φθό­ρως* Θε­ὸν  Λό­γον  τε­κοῦ­σαν,* τὴν ὄν­τως, Θε­ο­τό­κον,* σὲ με­γα­λύ­νο­μεν.

Χαίροις, τῆς Σκλαταίνης ὁ θησαυρός˙* χαίροις, τῶν Τρικκαίων ἀντιλήπτωρ καὶ βοηθός˙* χαί­ροις, Με­τεώρων οἰκιστὴς καὶ κτίτωρ* καὶ πάσης τῆς ῾Ελλάδος φρουρὸς ἀκοίμητος.

Χαίροις, ἀσθενοῦντων ὁ ἰατρὸς* καὶ τῶν ἐν ἀνά­γκαις* καταφύγιον ἰσχυρόν˙* χαίροις, τῆς Σκλα­ταίνης* ἀγλάϊσμα καὶ γόνος* κα τῶν πιστῶν τὸ κλέ­ος,* μάκαρ Φιλόθεε.

Δέχου παρακλήσεις σῶν ἱκετῶν,* δέχου ἱκεσίας,* καὶ προσάγαγε τῷ Θεῷ,* Φιλόθεε μάκαρ,* Σκλα­ταίνης βλαστὸς θεῖος,* καὶ τῆς Ὀρθοδοξίας,* κλέος καὶ σέμνωμα.

Εἰς τὸν Πρωτομάρτυρα, Θαυμαστέ,* ἐν τοῖς Με­τεώ­ροις ἀφιέρωσας σὴν Μονήν,* ἥτις ἀνεδεί­χθη τῶν νόσων ἰατρεῖον,* διὸ πιστῶν τὰ πλήθη* ἐν ταύτῃ σπεύδουσι.

Φύλαττε, Φιλόθεε θαυμαστέ,* ἡμᾶς τοὺς  ̉Ορθοδό­ξους* ἐκ κινδύνων καὶ συμφορῶν* καὶ τοῖς ἐξαι­τοῦσι* βοήθειαν σὺ δίδου,* ἵνα τὸν Πλάστην πάντες θερμῶς δοξάζωμεν.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σω­θῆναι ἡ­μᾶς.

Εἶτα τὸ Τρισάγιον, Πάτερ ἡμῶν καὶ τὸ

̉̉̉Απολυτίκιον. ῏Ηχος α’. Τῆς ἐρήμου…

Τῆς Σκλαταίνης τὸν γόνον καὶ Τρικκαίων τὸ καύχη­μα* καὶ τῶν ἀπ̉ αἰώνων ὁσίων μιμητὴν καὶ ὁμότρο­πον,* Φιλόθεον, τιμήσωμεν πιστοὶ* ῾Αγίων Μετεώ­ρων ἀθλητήν˙* τὸν πήξαντα ἐκ βάθρων τε τὴν μο­νήν* Στεφάνου πρώτου μάρτυρος Χριστοῦ.* Δόξα τῷ ἁγιά­σαντι  αὐτόν˙* δόξα  τῷ  στεφανώσαντι˙* δόξα τῷ δωρουμένῳ δι̉ αὐτοῦ ἡμῖν τὰ κρείττονα.

Δέησις. Απόλυσις καὶ τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλ­λομεν τὰ ἑξῆς: 

῏Ηχος β’. ῞Οτε ἐκ τοῦ ξύλου…

Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνας,* ἔνδοξε Φιλόθεε,* παράσχου μετάνοι­αν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνω­σιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀ­κοίμη­τον καὶ ὁ­δηγόν ἀσφαλῆ.* Πάτερ, τῆς Σκλαταίνης ὁ γόνος* καὶ Μονῆς τοῦ Πρωτομάρτυρος κτίτωρ* καὶ πιστῶν σὺ εἶ καταφύγιον.

῏Ηχος πλ. δ’.

Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

῏Ηχος β’.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου. 

Ὁ Ἱ­ε­ρεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.

̉ Α­μήν.


[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσι­ε τοῦ Θε­οῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν…    



Δεν υπάρχουν σχόλια: