Αγία Εὐανθία ἡ Μάρτυς (11 Σεπτεμβρίου)
῾Αγία Εὐανθία ἡ Μάρτυς
(11 Σεπτεμβρίου)
῾Η Μάρτυς ῾Αγία Εὐανθία
῾Η ἁγία Εὐανθία εἶναι μάρτυρας τῆς ̉Ορθόδοξης ̉Εκκλησίας μαζί μέ τόν σύζυγό της Δημήτριο καί τόν γιό της Δημητριανό. Τό ποῦ καί πότε ἔγινε τό μαρτύριο τῆς οἰκογένειας δέν ἀναφέρεται ἀπό τούς συναξαριστές.
Στό Συναξάρι ὅμως τοῦ ἑκατόνταρχου Κορνηλίου βρίσκουμε γιά τούς μάρτυρες αὐτούς τά ἑξῆς. ῾Ο Δημήτριος ἦταν φιλόσοφος καί ἄρχοντας τῆς πόλης Σκεψέων ἤ Σκήψης τῆς Μικρᾶς ̉Ασίας, καί διώκτης τῶν Χριστιανῶν. ῾Η γυναίκα του Εὐανθία, ὅπως καί ὁ γιός του ἦταν χριστιανοί. Μία ἡμέρα ἡ Εὐανθία μέ τόν γιό της Δημητριανό ἦταν στό ναό προσευχόμενοι, μαζί μέ τόν Κορνήλιο. Τή στιγμή ὅμως ἐκείνη ἔγινε σεισμός καί ἡ Εὐανθία μέ τόν Δημητριανό καταπλακώθηκαν στά ἐρείπια τοῦ ναοῦ, φωνάζοντας τό ὄνομα τοῦ Κορνηλίου. Τό ἔμαθε αὐτό ὁ Δημήτριος, βρῆκε τόν Κορνήλιο καί τόν παρακάλεσε νά σώσει τήν οἰκογένεια του. Πράγματι ὁ Κορνήλιος ἔβγαλε ζωντανούς ἀπό τά ἐρείπια τά δύο μέλη τῆς οἰκογενείας τοῦ Δημητρίου, πού εἶχε σάν ἀποτέλεσμα τή μεταστροφή στόν Χριστό τοῦ Δημητρίου, καθῶς καί ὅλων τῶν κατοίκων τῆς πόλης ἐκείνης.
῾Η μνήμη της ἐορτάζεται στίς 11 Σεπτεμβρίου.
Παρακλητικὸς Κανὼν
εἰς τὴν Μάρτυρα ῾Αγίαν Εὐανθία
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.
Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλμὸς ρμβ´ (142ος) εὐθὺς ὁ χορὸς σὲ Ἦχον δ´ λέγει τὸ Θεὸς Κύριος,… (τετράκις), εἶτα τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τὴν Θεοδόξαστον ὑμνήσωμεν πάντες* τῶν ̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατάνύξει βοῶντες ἐκ μέσης ψυχῆς·* ῥῦσαι τοὺς προστρέχοντας,* Εὐανθία θεόφρον,* πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμαστή,* σὲ γὰρ προστάτιν* ἀκοίμητον ἔχομεν.
Δόξα Πατρὶ …
Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν Συνάναρχον…
Εὐανθίαν τὴν Μάρτυρα εὐφημήσωμεν,* τὴν ὥσπερ ἄνθος εὐῶδες,* ἐν τῷ λειμῶνι Χριστοῦ,* τῷ παντέρπνῳ ἐξανθήσασαν* καὶ ἅπαντας, εὐωδιάσασαν πιστούς,* εὐψυχίας ταῖς ὀδμαῖς* καὶ ἄθλων αὐτῆς βοῶντες˙* λιμῷ ἡ τελειωθεῖσα,* ἄρτῳ ἡμᾶς Χριστοῦ διάθρεψον.
Καὶ νῦν … Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀναξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού˙* σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα τὸν Νʹ (50ος) Ψαλμόν καὶ ἀκολουθοῦν αἱ ᾨδαὶ τοῦ Κανόνος.[1]
ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας…
ᾨδήν ἱκετήριον, θαυμαστή,* πρός σε, Εὐανθία, ἀναπέμπομεν ταπεινῶς* καὶ τὴν σὴν βοήθειαν αἰτοῦμεν,* ὅπως ῥυσθῶμεν πυρὸς τῆς κολάσεως.
̉Αγάπην, εἰρήνην, ὑπομονήν,* ἀκράδαντον πίστιν καὶ ἐλπίδα, θαυματουργή,* παράσχου ἡμῖν τοῖς ἀναξίοις* ὡς τὰ καὶ τέλη ἀνώδυνα, ἔνδοξε.
̉Εχθροῖς καὶ προστάταις σῶν ἱκετῶν* παράσχου ὑγείαν καὶ μετάνοιαν ἀληθήν. * Εὐανθία φωσφόρε, ̉Ορθοδόξων* σὺ εἶ φρουρὸς τε καὶ σκέπη, πανένδοξε.
Θεοτοκίον.
Χαῖρε, Πανάχραντε Μαριάμ,* ̉Αγγέλων ἡ δόξα* καὶ ἀνθρώπων ἡ χαρμονή,* δεόμεθά σου ἀπαύστως οἱ ἀχρείοι,* ὑπὲρ ἡμῶν τὸν Υἱὸν Σου, ἱκέτευε.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…
Τὴν ῾Αγίαν Τριάδαν,* Εὐανθία ἔνδοξε,* καὶ τὴν Θεοτόκον Μαρίαν* σὺ καθικέτευε,* ἵνα πάντες ταχὺ* ἐκ τῶν κινδύνων ῥυσθῶμεν* καὶ ἐκ τῆς κολάσεως,* ὦ θαυματόβρυτε.
Τὰς ἐνόπλους δυνάμεις τῆς πατρίδος, Πάντιμε,* καλῶς διαφύλαττε πάντες σὲ ἱκετεύομεν* καὶ τὸ ἠθικὸν ὑψηλὸν διατήρησον,* ἵνα οἱ ἱκέτες σου* εἰρήνην ἔχωμεν.
Τοῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀγρούς, Εὐανθία, καὶ οἰκίας* σὺ διαφύλαξον,* ἵνα ὑμνοῦμεν σὲ* τὴν τοῦ Χριστοῦ, Χριστονύμφην,* τῶν πιστῶν τὸ στήριγμα* καὶ κατάφύγιον.
Θεοτοκίον.
̉Εν τῇ κλίνῃ τοῦ πόνου* εἰμὶ κατακείμενος* καὶ παρηγορίαν οὐκ ἔχω* ὁ τάλας, ῎Αχραντε,* διὸ πρὸς Σε ταπεινῶς* καὶ μετὰ δέους προσπίπτω* καὶ αἰτῶ βοήθειαν,* Νύμφη ἀνύμφευτε.
Διάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου, Εὐανθία,* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύγομεν* ὡς ἔχουσα τῷ Θεῷ παῤῥησίᾳ.
̉Επίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή...
Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνή,* καὶ κόσμου καταφύγιον* ἐκτενῶς βοῶμεν σοί,* Εὐανθία ἔνδοξε, πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ καὶ πίστει προσφεύγοντας.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε...
Τῶν παθῶν μου τὸν τάραχον,* Εὐανθία μάρτυς, τάχος σὺ κοίμησον* καὶ τὸν κλύδωνα κατεύνασον* τῶν ἐμῶν πταισμάτων, Θεοδόξαστε.
̉Εκ τροχαίου διάσωσον* τοὺς πιστῶς ὑμνοῦντας σε, Καλλιπάρθενε,* καὶ τὸν κλύδωνα κατεύνασον* τῶν παθῶν μου, κόρη Θεοδόξαστε.
Τὰς ψυχὰς ἡμῶν ἴασαι* ταπεινῶς δεόμεθα οἱ ἀνάξιοι* ἐκ τῶν παθῶν ἃ τιτρώσκουσι ταύτην,* Εὐανθία πανένδοξε.
Θεοτοκίον.
Παναγία πανάχραντε,* τὴν ῾Ελλάδαν σπεῦσον καὶ διαφύλαξον* ἐξ ἐχθρῶν ποικίλων, ἔνθεε,* οἱ πιστοὶ ἀπαύστως* σοῦ δεόμεθα.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…
Δίδου τοῖς πιστοῖς* ὑγιείαν, Θεοδόξαστε,* καὶ τοῖς νοσοῦσι γίνου θεραπευτής,* μαρτύρων κλέος* καὶ τῶν πιστῶν καταφύγιον.
Νεύσεις ἱερᾶς* σὺ παράσχου μοι, πανένδοξε,* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς,* ἵνα δοξάζω* Χριστὸν τὸν ποιητὴν τοῦ σύμπαντος.
῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.
Θεοτοκίον.
Δέσποινα θερμῶς* ἱκετεύω Σε ὁ ἄθλιος* ὁμόνοιαν, εἰρήνην καὶ χαράν,* τοῖς οἴκοις πάντων ἡμῶν* παράσχου, ̉Αμόλυντε.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…
Τὰ τέκνα τῶν ̉ Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, πιστῶν σὺ τὸ κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγησον* δεόμεθά σου ταπεινῶς,* Εὐανθία, πιστῶν καταφύγιον.
̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* Εὐανθία, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμεθα γονυκλινῶς,* Φωτοφόρε, ἡμεῖς οἱ ἀνάξιοι.
῾Ως τεῖχος, καταφυγῆς καλοῦμέν σε,* ̉Ορθοδόξων οἱ χοροί, θεοφόρε, καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ,* σὲ ὀνομάζομεν, μάρτυς πανύμνητε, δεόμεθά σου ἀγαθέ, ἐκ τῶν παθῶν ἱκέτας διάσωσον.
Θεοτοκίον.
Πανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
Διάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου, Εὐανθία,* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύγομεν* ὡς ἔχουσα τῷ Θεῷ παῤῥησίᾳ.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος βʹ. Προστασία...
Σὺ προστάτις τῶν ̉Ορθοδόξων ἀκαταίσχυντος* καὶ μεσίτις πρὸς τὸν Πλαστουργὸν ἀμετάθετος,* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς˙* ἀλλὰ πρόφθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν πιστῶς δεομένων σοι˙* δέχου τὰς παρακλήσεις* καὶ σπεῦσον εἰς ἱκεσίαν,* σὺ εἶ ἀκοίμητος φρουρός,* Εὐανθία μάρτυς, τῶν τιμῶντών σε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δʹ.
῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοί. (δίς)
Στίχος: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
῾Υπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Μᾶρκον (Κεφ. εʹ. 24-34)…
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Τῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τὶς οὖσα ἐν ῥύσει αἵματος, ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ̉ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἐαυτή, ὅτι καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἐαυτῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄχλω, ἔλεγε: Τὶς μου ἤψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῶ οἱ μαθηταὶ αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις, τὶς μου ἤψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυία ὁ γέγονεν ἐπ̉ αὐτή, ἦλθε καὶ προσέπεσεν αὐτῶ καὶ εἶπεν αὐτῶ πάσαν τὴν ἀλήθειαν. ῾Ο δὲ εἶπεν αὐτή: Θύγατερ, ἡ πίστις σου σέσωκέ σε, ὕπαγε εἰς εἰρήνην καὶ
ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρὶ ...
Ταῖς τῆς ἁγίας Εὐανθίας* πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. βʹ. ῞Ολην ἀποθέμενοι...
Μὴ ἐγκαταλείπεις με τῶν ̉Ορθοδόξων προστάτα* τὸν θερμῶς προστρέχοντα* καὶ γονυκλινῶς αἰτοῦντα βοήθειαν˙* νόσοι κατέβαλον ὅλον μου τὸ σῶμα* καὶ τὴν ψυχὴν μου κατεράκωσαν πάθη δυσίατα* ὡς καὶ πειρασμοὶ ἀκατάβλητοι,* πάντοθεν περικέκλεισμαι καὶ παρηγορίαν οὐκ ἔχω πλὴν σου,* Εὐανθία μάρτυς,* προπύργιον ἁπάντων τῶν πιστῶν* καὶ καταφύγιον, ἔνδοξε,* ἡμῶν τῶν ὑμνοῦντων σε.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …
῾Ο Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...
̉Ιησοῦν τὸν Σωτήρα* ὃν ἠγάπησας, μάρτυς, ταχὺ δυσώπησον* ῥυσθῆναι τῶν πτασμάτων* ψυχῆς τε μολυσμάτων* τοὺς ἐν πίστει κραυγάζοντας˙* χαῖρε, πιστῶν ὁ φρουρὸς* καὶ πάντων ὁ προστάτης.
Τῶν ἀτέκνων κατέστης* καταφύγιον μέγα σύ, θαυματόβρυτε,* καὶ πάντων τῶν ποθούντων* υἱοὺς καὶ θυγατέρας* ἀρωγός, διὸ κράζουσι·* σύ εἶ, Εύανθία σεμνή,* πιστῶν ἡ εὐεργέτις.
Τοῦ σεισμοῦ τὴν μανίαν* καταπαύει ὁ Πλάστης, Εὐανθία ἕνδοξε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ζωοδότην Χριστόν, εὐμένισον λιταῖς Σου.
Θεοτοκίον.
Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀνακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πειραστοῦ* καὶ τῶν αἰρετιζόντων.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα.
Τὸν Βασιλέα καὶ Ποιητὴν τῶν ἁπάντων* καθικέτευε, Μάρτυς, βοῶμεν,* ἵνα ἀπαλλάξῃ* πιστοὺς ἐκ τοῦ καρκίνου.
̉Αδυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χαρὰν παρέχει, μάρτυς.
Τὴν ἀνεργίαν,* Εὐανθία, λιταῖς σου* ὁ Δεσπότης τῶν ὅλων ἀπελαύνει* καὶ πιστοῖς παρέχει* ταχέως ἐργασίαν.
Θεοτοκίον.
Τὴν μαρτυρίαν* τοῦ Σοῦ Υἱοῦ τοῖς ἀνθρώποις* βοήθει, Θεοτόκε, διδῶμεν,* ἵνα λυτρωθῶμεν* πυρὸς τοῦ αἰωνίου.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...
Παμμάκαρ Εὐανθία,* σοι πόθω προσφεύγω* καὶ ἐκζητῶ σὴν βοήθειαν, πάντιμε* ἣν σοι παράσχου ταχέως* ἐμοὶ τῷ τάλανι.
Τοὺς ῾Ιεραποστόλους* φύλαττε λιταῖς σου* ἐκ τῶν ποικίλων κινδύνων, Εὐανθία σεμνή,* καί ̉Ορθοδόξους ἀπαύστως* σκέπε δεόμεθα.
Διάσωσον ἐκ πλάνης* τέκνα ̉Ορθοδόξων* καί ἐκ χειρῶν τοῦ ἀλάστορος δέομαι* ἵνα ὑμνοῦμεν ἀπαύστως* Σέ, Θεοδόξαστε.
Θεοτοκίον.
῾Ημᾶς τοὺς ̉Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν Θεοτόκε, οἱ ἀχρείοι,* πιστῶν τὸ καύχημα.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
῎Ελαβες τήν χάριν παρά Θεοῦ* μάρτυς Εὐανθία,* θεραπεύειν ὁλοτελῶς* ὄγκους καί ἰώσεις* διό καί οἱ νοσοῦντες* βοήθειαν αἰτοῦσι* Κόρη πανύμνητε.
Δ όξα ἐκκλησίας καὶ χαρμονή,* Μάρτυς , ἀνεδείχθης* καὶ προπύργιον μοναχῶν* καὶ τῆς νέολαίας,* φρουρὸς τε καὶ προστάτης,* Εὐανθία, κλέος πιστῶν καί καύχημα.
Κέρας ̉Ορθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* καὶ παράσχου πᾶσι ταχὺ* δύναμιν καὶ ῥώσιν,* Εὐανθία τρισμάκαρ,* καὶ Παραδείσου κάλλη* ἰδεῖν ἀξίωσον.
Σπεῦσον εἰς τὰς κλίνας τῶν ἀσθενῶν* καὶ τούτοις παράσχου,* Εὐανθία ἄνθος Χριστοῦ,* ἀκλόνητον ὑγείαν,* μετάνοιαν καὶ πίστιν* καὶ Κύριον ἁπάντων* αἰνεῖν ἀξίωσον.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός Τὸ Τρισάγιον, τὸ Πάτερ ἡμῶν… ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν… καὶ τὸ
Ἀπολυτίκιον. Ἦχος πλ.α.’. Τὸν Συνάναρχον…
Εὐανθίαν τὴν Μάρτυρα εὐφημήσωμεν,* τὴν ὥσπερ ἄνθος εὐῶδες,* ἐν τῷ λειμῶνι Χριστοῦ,* τῷ παντέρπνῳ ἐξανθήσασαν* καὶ ἅπαντας, εὐωδιάσασαν πιστούς,* εὐψυχίας ταῖς ὀδμαῖς* καὶ ἄθλων αὐτῆς βοῶντες˙* λιμῷ ἡ τελειωθεῖσα,* ἄρτῳ ἡμᾶς Χριστοῦ διάθρεψον.
῾Ο ῾Ιερεύς ποιεῖ Δέησιν καὶ μικρὰν ̉Απόλυσιν. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:
῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.
Πάντας τούς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνος,* Εὐανθία, πιστῶν χαρμονή,* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγὸν ἀσφαλῆ.* Κόρη, ̉Εκκλησίας τὸ κλέος* ἀσθενῶν ἐδείχθης θεράπων* καὶ τῶν ̉Ορθοδόξων κατάφύγιον.
῏Ηχος πλ. δʹ.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉Αμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου