Τρίτη, Σεπτεμβρίου 15, 2026

 

῾Η Μάρτυς ῾Αγία Μελιτινή (16 Σεπτεμβρίου)

῾Η Μάρτυς ῾Αγία Μελιτινή

(16 Σεπτεμβρίου)

῾Η Μάρτυς ῾Αγία Μελιτινή

῾Η ῾Αγία Μελιτινή ἔζησε κατά τό ἔτος 160 μ.Χ., ὅταν βασιλιάς ἦταν ὁ ̉Αντωνίνος ὁ ἐπονομαζόμενος εὐσεβής. ῾Ο τότε λοιπόν ἡγεμόνας τῆς Θράκης  ̉Αντίοχος, σκληρός πολέμιος τῶν χριστιανῶν, διέταξε νά συλληφθεῖ καί ἡ Μελιτινή ἀπό τή Μαρκιανούπολη, πού τόν ἐνημέρωσαν ὅτι ἐργαζόταν δραστήρια γιά τή διάδοση τοῦ Εὐαγγελίου. ῞Οταν τήν ὁδήγσαν μπροστά του στήν ἀρχή μέ κολακίες καί ὑποσχέσεις καί τέλος μέ φοβέρες προσπάθησε νά τήν κάνει νά ἀρνηθεῖ τόν Χριστό.  ̉Επειδή ὅμως ὅλα αὐτά δέν ἔφεραν τό ἀποτέλεσμα πού ποθοῦσε, ἀνέλαβε ἡ σύζυγος τοῦ ἡγεμόνα νά τήν ἀλλαξοπιστήσει.

Γι' αὐτό τή δέχτηκε στό σπίτι της καί χρησιμοποίησε πολλά τεχνάσματα (ἐπαίνους καί τέλος φοβέρες) γιά νά πετύχει τόν σκοπό της. ̉Αλλ̉ αὐτή πού ἀνέλαβε νά νικήσει, νικήθηκε. ῾Η Μελετινή κατόρθωσε μέ τήν ὅλη παρουσία της καί τά ἐπιχειρήματά της νά τήν κάνει χριστιανή.

   Στή συνέχεια καί οἱ δυό γυναίκες μαζί, ἀφοῦ ἀπέκρυψαν τό γεγονός ἀπό τόν  ̉Αντίοχο, συνεργάστηκαν καί ἔφεραν πολλούς εἰδωλολάτρες στήν χριστιανική πίστη.     

   ῞Οταν ἔμαθε ὁ ̉Αντίοχος τήν ἀλήθεια θύμωσε καί διέταξε νά ἀποκεφαλίσουν τήν Μελιτινή, ἡ ὁποία βάδισε μέ θάρρος στό μαρτύριο , ὅταν ἡ ψυχή της ἔφτασε στό θρόνο τοῦ Θεοῦ πῆρε ἀπό τά χέρια Του τό ἀμάραντο στεφάνι τῆς αἰώνιας δόξης.

   ῾Η μνήμη της ἐορτάζεται στίς 16 Σεπτεμβρίου.

Παρακλητικὸς Κανὼν

 εἰς τὴν Μάρτυρα ῾Αγίαν Μελιτινὴν

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.

Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλ­μὸς ρμβ´ (142ος) καὶ εὐθὺς ὁ χορὸς σὲ  Ἦχον δ´ λέγει τὸ Θεὸς Κύριος,… (τετράκις) καὶ εἴτα τὰ Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.

Τὴν Χριστονύμφην, ὑμνήσωμεν πάντες* τῶν  ̉Ορ­θοδόξων οἱ χορο καὶ προσπέσωμεν* ἐν κατά­νύξει βοῶντες ἐκ μέσης ψυχῆς·* ῥῦσαι τούς προστρέ­χοντας,* Μελιτινὴ παμμάκαρ,* πάσης περιστάσε­ως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χρι­στὸν λι­ταῖς σου, θαυμαστή,* σὲ γὰρ προστάτιν ἀ­κοίμητον ἔχομεν.  

Δόξα Πατρὶ… Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Μαρκιανουπόλεως τὸ κλέος* καὶ πιστῶν καταφύγιον,* τῆς νεολαίας προστάτιν* καὶ ὑπόδειγμα ἅγιον,* Μελετινήν, τιμήσωμεν πιστοὶ* τὴν ἔνδοξον ἀμνάδα τοῦ Χριστοῦ,* τὴν παρέχουσα ἰάσεις παντοδαπᾶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ στεφανώσαντι,* δόξα τῷ σὲ δωρήσαντι ἡμῖν* φρουρὸν ἀκοίμητον.

Καὶ νῦν… Θεοτοκίον.

Οὐ σιωπήσομεν πότε, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ ἀναξιοι˙* εἰ μὴ γὰρ σὺ προΐ­στασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέ­ρους;* Οὐκ  ἀ­ποστῶμεν, Δέσποινα, ἐκ  σού˙* σοὺς γὰρ δούλους σώ­ζεις ἀεί, ἐκ παντοίων δει­νῶν.

Εἶτα ὁ Νʹ (50ος) Ψαλμὸς καὶ ἀκολουθοῦν αἱ ᾨδαὶ τοῦ Κανόνος.

ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας[1]

Προσπίπτομεν πάντες δεητικῶς* πρός σέ,  ̉Αθλοφόρε,* καί αἰτούμεθα ταπεινῶς* ὅπως ἡμᾶς τάχος διασώσῃς* ἐκ τῶν ποικίλων παγίδων τοῦ ὄφεως.

Χριστόν καθικέτευε ἐκτενῶς* Μελιτινή μάρτυς,* σοῦ δεόμεθα εὐλαβῶς,* ὅπως παράσχῃ ἡμῖν εἰρήνην* καί προκοπήν βίου,* κόρη πανύμνητε.

̉Αγάπην, εἰρήνην, ὑπομονήν* ἀκράδαντον πίστιν καί ἐλπίδαν, Μελιτινή,* παράσχου ἡμῖν τοῖς ἀναξίοις* καί τέλη ἀνεπαίσχυντα, ἔδοξε. 

Θεοτοκίον.

Παρθένε Μαρία μῆτερ Θεοῦ,* σέ καθικετεύω ὁ ἀνάξιος ταπεινῶς* βοήθει τά τέλη σοῦ ἱκέτῃ* εἰσί ἀνώδυνα, Θεομακάριστε.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…

῾Υγιείαν παρέχεις,* μάρτυς θεοδόξαστε,* τοῖς σοι καταφεύγουσι πίστει* καὶ ἀνακράζουσι* πα­ρακαλοῦμεν θερμῶς* σὲ ̉Ορθοδόξων προστάτα,* Μελιτινή πάντιμε,* φρούρει ἱκέτας σου. 

̉Εκ τροχαίου ἱκέτας,* Μελιτινὴ ἔνδοξε* πάντας διαφύλαττε πόθῳ* σὲ ἱκετεύομεν,* ὡσαύτως δί­δου ἡμῖν,* θαυματουργὲ Χριστονύμφη,* ἀνεπαίσχυντα τέλη* ὡς καὶ ἀνώδυνα.

῾Ικετεύω σέ, μάρτυς,* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τήν ζάλην* ταχύ ἐκδίωξον* σύ γάρ, ὦ Μελιτινή,* τὸν Λυτρωτὴν καὶ Σωτήραν,* ἐκ παιδὸς ἠγάπησας* Πανευωδέστατε.

Θεοτοκίον.

Θεοδόξαστε Κόρη* χριστιανῶν καύχημα* μὴ ἐ­γκαταλείπεις ἱκέτας* χερσὶ τοῦ δράκοντος,* ἀλλὰ παράσχου ἡμῖν* τὴν σῇ θερμῇ προστασίαν* καὶ πιστοὺς διάσωσον* ἐκ τῆς κολάσεως.

Διάσωσον* ἀπὸ κινδύνων, Μελιτινή, σοῦ ἱκέ­τας* ὅ­τι πάντες δεητικῶς πρὸς σε καταφεύ­γο­μεν* τὸ καύ­χημα πάντων τῶν  ̉Ορθοδόξων.

 ̉Επίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία…

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, σεμνή,* καὶ πιστῶν καταφύγιον* ἐ­κτε­νῶς βο­ῶμεν σοί,* Μελιτινὴ ἔνδοξε, πρόφθα­σον* καὶ ἐκ κιν­δύνων λύτρωσαι ἡμᾶς,* τοὺς  σοι  πόθῳ  καὶ  πίστει  προσφεύγοντας.

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…

Τὰς παγίδας τοῦ ὄφεως,* μάρτυς Μελιτινὴ, ταχὺ διάλυσον* καὶ ἀξίωσον ἱκέτην σου* σὺν  ̉Αγγέ­λοις ἄσω τῷ Κυρίῳ μου.

Σὲ προστάτην καὶ στήριγμα* καὶ φρουρὸν ἀκοίμητον οἱ ̉Ορθόδοξοι,* Μελιτινὴ μάρτυς, ἔχοντες* οὐ πτοούμεθα, Θεοκοινώνητε.

Τοὺς ίοὺς ἐξαφάνισον* καὶ τοὺς ̉Ορθοδόξους σὺ προστάτευσον,* Μελιτινὴ, σοῦ δεόμεθα* ταῖς πρὸς τὸν Οἰκτίρμονα, ἐντεύξεσιν.

Θεοτοκίον.

Θεοτόκε δεόμεθα* ἡμεῖς οἱ ἀνάξιοι γόνυ κλίνο­ντες* τὸν Υἰὸν Σου, καθικέτευε,* ἵνα δωρίσει ἡμῖν μετάνοιαν.   

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…

῎Εμπλησον ταχὺ* εὐφροσύνης τὴν καρδίαν μου* ταῖς πρὸς τὸν Κύριον λιταῖς σου, σεμνή* Μελιτινή, ̉Ορθοδοξίας ἄνθος εὔοσμον  

Παῦσον τὰς ὀρμὰς* τῶν παθῶν μου, Θεοδόξα­στε,* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς* ταῖς πρὸς τὸν Κύριον ἐντεύξεσι, Πανάριστε.

Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, Μελιτινή θαυμαστή,* καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.

Θεοτοκίον.

῎Αχραντε, θερμῶς* ἱκετεύω Σε ὁ ἄθλιος* ἐκ τῶν παγίδων ἀρχεκάκου ἐχθροῦ* τὸν Σὸν ἱκέτην* ἀπαύστως, Μαριάμ, προστάτευσον.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Τῶν πάντων Δημιουργὸν καὶ Κύριον* καθικέ­τευε δεόμεθα πάντες,* ἵνα ῥυσθῶμεν ἐξ ὄγκων ποικίλων* καὶ πάσης ἄλλης στενώσεως, ἔνδοξε,* καὶ δίδου λιταῖς σου ἡμῖν* ἀνεπαίσχυντα τέλη, ἀήττητε. 

Θανάτου τοῦ αἰφνιδίου ῥῦσαι με* καὶ μετάνοιαν παράσχου λιταῖς σου,* ἵνα σωθῶ ὁ ἀχρεῖος ἱκέτης* καὶ παραδείσου τὴν πύλην σοῦ δέομαι* ἀξί­ωσον, θαυματουργέ,* διαβείναι ὁ τάλας καὶ ἄθλιος.

Νεότης σύ καταφεύγει, ἔνδοξε,* καί θερμῶς σέ ἱ­κετεύει ἀπαύστως* ῥῦσαι, παμμάκαρ Μελιτινή, τάχος* ἐκ τῶν ποικίλων λοιμώξεων ἅπαντας* καί Κύ­ριον τῶν οὐρανῶν* καί τῆς γῆς καταπράϋνον δέομαι.

Θεοτοκίον.

Πανάχραντε,  ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλ­λοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον. 

Διάσωσον* ἀπὸ κινδύνων, Μελιτινή, σοῦ ἱκέ­τας* ὅ­τι πάντες δεητικῶς πρὸς σε καταφεύγο­μεν* τὸ καύ­χημα πάντων τῶν  ̉Ορθοδόξων.

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν  ἡμερῶν  τεκοῦσα  δυσώπησον,* ὡς ἔ­χουσα μητρικὴν παῤῥησίαν.

Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία…

Σὲ προστάτιν τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀ­κοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθα­σον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πι­στῶς δεο­μένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλά­νης* καὶ σῶ­σον ἐκ τοῦ καρκίνου* τοὺς κατά­φεύγο­ντας πρὸς σέ,* Μελιτινὴ θεοδόξαστε.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

πομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί. (δίς)

Στίχος:  Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

πομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀ­κροά­σεως τοῦ ἁγίου Εὐαγγελίου …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελί­ου, τὸ ἀ­νάγνωσμα. Πρόσχωμεν. (Κεφ. εʹ. 24-34) 

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Τῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πο­λὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τὶς οὖσα ἐν ῥύσει αἵματος, ἔτη δώδεκα, καὶ πολλὰ πα­θοῦσα ὑ­πὸ πολ­λῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ̉ ἑαυτῆς πά­ντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἐαυτή, ὅτι καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σω­θήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵμα­τος αὐτῆς, καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστι­γος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἐαυτῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄ­χλω, ἔλεγε: Τὶς μου ἤψατο τῶν ἱματίων; Καὶ ἔλε­γον αὐ­τῶ οἱ μαθηταὶ αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλί­βοντά σε καὶ λέγεις, τὶς μου ἤψατο; Καὶ περιεβλέ­πετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβη­θεῖσα καὶ τρέμου­σα, εἰδυία ὁ γέγονεν ἐπ̉ αὐτή, ἦλθε καὶ προσέ­πεσεν αὐτῶ καὶ εἶπεν αὐ­τῶ πά­σαν τὴν ἀλήθειαν. ῾Ο δὲ εἶ­πεν αὐτή: Θύ­γατερ, ἡ πίστις σου σέσωκέ σε, ὕπα­γε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρὶ …

Ταῖς τῆς  ̉Αθλοφόρου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Κα νῦν …

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...

Μὴ ἐγκαταλείπεις με τῶν ̉Ορθοδόξων προστάτα* τὸν θερμῶς προστρέχοντα* καὶ γονυκλινῶς αἰτοῦντα βοήθειαν·* νόσοι κατέβαλον ὅλον μου τὸ σῶμα* κα τν ψυχὴν μου κατεράκωσαν πάθη δυσίατα* ὡς καὶ πειρασμοὶ ἀκατάβλητοι,* πάντοθεν περικέκλεισμαι καὶ παρηγορίαν οὐκ ἔχω,* Μελιτινή μάρτυς,* προπύργιον ἁπάντων τῶν πιστῶν* καὶ τῆς νεότητος, ἔνδοξε,* φρουρὸς ὁ ἀκοίμητος.

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς  ᾨδὰς τοῦ Κανό­νος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας.

̉ Ορθοδόξων προστάτις* καὶ φρουρός ἀκοίμη­τος, ἀξιάγαστε,* Μελιτινὴ, ἐδείχθης* καὶ πά­ντων τῶν ἐν θλίψει* παραμύθιον γέγονας* διὸ ἁπαύστως πιστοί,* Χριστόν, δοξολογοῦσι.

Τῶν ἀτέκνων κατέστης* καταφύγιον μέγα σύ, θαυματόβρυτε,*καὶ πάντων τῶν ποθούντων* υἱοὺς καὶ θυγατέρας* ἀρωγός, διὸ κράζουσι* σύ, Μελιτινή, ταχὺ* ἐκπλήρωσον αἰτήσεις.  

Λειτουργοὺς τοῦ ῾Υψίστου,* Μελιτινὴ φωσφόρε, πάντες δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώσιν,* ἵνα πόθῳ κραυγάζωμεν·* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητός εἶ.

Θεοτοκίον.

Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀ­νακράζω* νεολαίαν διάσωσον* ἐκ τῶν χειρῶν πει­ραστοῦ* καὶ τῶν αἰρετιζόντων.

ᾨδὴ ηʹ. Τόν Βασιλέα…

῎Ελαβες χάριν* παρὰ Θεοῦ θεραπεύειν* τοῦ καρκίνου τὸ πᾶθος ταχαῖος* διὸ σοι προστρέχω,* Μελιτινή, ὁ τάλας.

 ̉Αδυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χα­ρὰν παρέχει, μάρτυς.

Τὴν ἀνεργίαν* ταῖς σαῖς λιταῖς, μυροβόλε,* ὁ Δεσπό­της τῶν ὅλων ἀπελαύνει* καὶ πιστοῖς παρέ­χει* τα­χέως ἐργασίαν. 

Θεοτοκίον.

Τοὺς ἀλλοπίστους* καὶ ἀλλοδόξους βοήθει* εἰσελθεῖν τοῦ Υἱοῦ Σου τῇ μάνδρᾳ* καὶ σὺν τοῖς  ̉Αγγέλοις* ὑμνεῖσαι σε, Παρθένε.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…

Μελιτινή φωσφόρε,* δέομαι ὁ τάλας* ἐκ τοῦ σεισμοῦ τούς ἱκέτας σου φύλαττε* καὶ τὰς ἰώσεις, Χριστόφρων,* τάχος φυγάδευσον.

῾Ημᾶς ὁδοιποροῦντας* μὴ ἐγκαταλείπεις* καὶ ἐξ ἐχθρῶν διαφύλαττε, πάντιμε,* ἐκ δὲ χειρῶν τοῦ Βελίαρ* πάντας ἐξάρπασον.

̉Αξίωσον ἱκέτην,* Μελιτινή μάρτυς,* ἀκατακρίτως λαβεῖν τὴν Μετάληψιν* τῶν μυστηρίων τῶν Θείων, ἵνα δοξάζω σε.

Θεοτοκίον.

̉Εκ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκδι­ώκεις,  Παρθένε  Μαρία,*  καὶ  εἰς  τὰς  ψυχὰς  μας ἐλπίδαν ἐμφυτεύεις.

Καὶ εὐθὺς, τὰ Μεγαλυνάρια

῎Αξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σὲ τὴν Θε­οτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μη­τον,* καὶ Μητέρα τοῦ Θεοῦ ἡ­μῶν.* Τὴν τιμιω­τέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν* ἀσυ­γκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως*  Θεὸν  Λόγον  τεκοῦ­σαν,* τὴν  ὄντως Θεοτόκον,* σὲ μεγαλύνομεν.

̉Εκ παντοίων νόσων, Μελιτινή,* φύλαττε ἱκέτας* σοῦ δεόμεθα εὐλαβῶς* καὶ τοὺς ἐν ἀνάγκαις* βοήθειαν παράσχου,* ἵνα Χριστὸν ἀπαύστως πάντες γεραίρωμεν.

Πάντας τοὺς προστρέχοντας ἐπὶ σέ,* μὴ ἐγκαταλείπεις* εἰς τὰς χείρας τοῦ πτερνιστοῦ,* ἀλλὰ ταῖς λιταῖς σου,* Μελιτινή παμμάκαρ,* τοῦ παραδείσου κάλλη ἰδεῖν ἀξίωσον. 

Τὴν ῾Ελλάδαν σκέπε, θαυματουργέ,* Μελιτινὴ μάρτυς,* σοῦ δεόμεθα ταπεινῶς* καὶ ἐκ τῶν κυ­κλοῦντων* αὐτὴν ἐχθρῶν, φωσφόρε,* διάσωσον λι­ταῖς σου* ταῖς πρὸς τὸν ῞Υψιστον.

Δόξα ἐκκλησίας καὶ χαρμονή,* Μάρτυς, ἀνεδεί­χθης* καὶ προπύργιον μοναχῶν* καὶ τῆς νέο­λαίας,* φρουρὸς τε καὶ προστάτης,* Μελιτινή μά­καρ,  ̉Αγγέλων σύσκηνε.

Σπεῦσον εἰς τὰς κλίνας τῶν ἀσθενῶν* καὶ τούτοις παράσχου,* ἀθλοφόρε Μελιτινή,* ἀκλόνητον ὑγείαν,* μετάνοιαν καὶ πίστιν* καὶ Κύριον ἁπάντων* αἰνεῖν ἀξίωσον.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου* Ἀποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πά­ντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.

῾Ο Χορός: Τὸ Τρισάγιον, τὸ Πάτερ ἡμῶν… ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν… καὶ τὸ

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Μαρκιανουπόλεως τὸ κλέος* καὶ πιστῶν καταφύγιον,* τῆς νεολαίας προστάτιν* καὶ ὑπόδειγμα ἅγιον,* Μελετινήν, τιμήσωμεν πιστοὶ* τὴν ἔνδοξον ἀμνάδα τοῦ Χριστοῦ,* τὴν παρέχουσα ἰάσεις παντοδαπᾶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ στεφανώσαντι,* δόξα τῷ σὲ δωρήσαντι ἡμῖν* φρουρὸν ἀκοίμητον.

῾Ο ῾Ιερεύς ποιεῖ Δέησιν καί ἐν συνεχεία  ̉Απόλυσιν, τῶν δὲ πιστῶν ἀσπαζομένων τὰς ἱερὰς εἰκό­νας ψάλ­λομεν:

῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου.

Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνος,* Μελιτινή, δόξα πιστῶν* δί­δου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτι­σμὸν καὶ τα­πείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγε­λον ἀ­κοίμη­τον καὶ ὁδηγὸν ἀσφαλῆ.* Κόρη,  ̉Εκ­κλησίας τὸ κλέ­ος* ἀ­σθενῶν ἐδείχθης θεράπων* καὶ τῶν ̉Ορ­θοδόξων κα­τάφύγιον.

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

̉Αμήν.


[1] Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν…   



Δεν υπάρχουν σχόλια: