Όσιος Πέτρος της Χρυσής Ορδής (30 ̉ Ιουνίου)
῞Οσιος Πέτρος τῆς Χρυσῆς ̉Ορδῆς
̒Ο ῞Οσιος Πέτρος τῆς Χρυσῆς ̉Ορδῆς, ἦταν ἀνιψιός τοῦ Χάν τῆς Χρυσῆς ̉Ορδῆς, Μπεργκάι. Τό 1253, ὁ ἅγιος Κύριλλος, ̉Επίσκοπος τοῦ Ροστόφ, πῆγε στήν ̉Ορδή γιά νά ζητήσει οἰκονομική βοήθεια γιά τίς ἀνάγκες τῆς ἐπισκοπῆς του. ̉Εκεῖ διηγήθηκε στόν χάν τά θαύματα πού ἔκαναν τά λείψανα τοῦ ῾Αγίου Λεοντίου (23 Μαΐου). Μεταξύ τῶν ἀκροατῶν ἦταν καί ὁ ἀνιψιός τοῦ Χάν, στόν ὁποῖο αὐτά πού ἄ-κουσε ἔκαναν μεγάλη ἐντύπωση.
Μετά ἀπό λίγο καιρό, ὁ γιός τοῦ Μπεργκάι ἀρρώστησε, τότε κάλεσε τόν ἅγιο Κύριλλο γιά νά τόν θεραπεύσει, πρᾶγμα πού ἔγινε. ῾Ο Χάν χάρισε πολλά δῶρα στόν ῞Αγιο Κύριλλο γιά τή μητρόπολη του. Στό δρόμο, ἕνας νεαρός, ὁ ἀνιψιός τοῦ Χάν Μπεργκάι, συνάντησε τόν ἅγιο καί τόν παρακάλεσε νά τόν πάρει μαζί του στό Ροστόφ. ̉Εκεῖ, τό ἀγόρι βαφτίστηκε μέ τό ὄνομα Πέτρος καί παντρεύτηκε.
῾Ο Πέτρος διακρινόταν γιά τήν ἀγάπη του γιά τή σιωπή, τήν ἐνατένιση τοῦ Θεοῦ καί τήν προσευχή. Μετά τή θαυματουργή ἐμφάνιση τῶν ̉Αποστόλων Πέτρου καί Παύλου σ̉ αὐτόν, ἔκτισε ἕνα μοναστήρι πρός τιμήν τους στή λίμνη Νέρωνα.
Μετά τόν θάνατο τῆς συζύγου του, λίγο πρίν τό θάνατό του, ὁ ἅγιος ἔγινε μοναχός στό μοναστήρι πού ἵδρυσε. ῾Ο μοναχός Πέτρος πέθανε σέ μεγάλη ἡλικία τό 1290.
῾Η τιμή του ὠς ῾Αγίου ξεκίνησε τόν 14ο αἰ. Τό 1547 καθιερώθηκε ἡ μνήμη του νά ἐορτάζεται στίς 30 ̉Ιουνίου.
Παρακλητικὸς Κανὼν
εἰς τὸν ῞Οσιον Πέτρον τῆς Χρυσῆς ̉Ορδης
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:
Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…
Τὸν Θεοδόξαστον ὑμνήσωμεν πάντες* τῶν ̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατανύξει κράζοντες ἐκ μέσης ψυχῆς˙* ῥῦσαι τοὺς προστρέχοντας,* Πέτρε, ̉Ορδῆς τὸ κλέος* πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, Θαυμαστέ,* σὲ γὰρ προστάτην* ἀκοίμητον ἔχομεν.
Δόξα Πατρὶ… ̉ Απολυτίκιον. Ἦχος πλ. δʹ.
Ταῖς τῶν δακρύων σου ῥοαῖς* τῆς ῾Ρωσίας τάς στέπας ἐγεώργησας* καὶ τοῖς ἐκ βάθους στεναγμοῖς* εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας* καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι,* Πέτρε Πατὴρ ἡμῶν Ὅσιε.* Πρέσβευε Χριστῷ τῷ Θεῷ,* σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν καὶ ἀεί… Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις αεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.
ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας[1]...
Προσπίπτω ὁ τάλας δεητικῶς* καί σοῦ ἐξαιτοῦμαι* ταῖς λιταῖς σου πρός τόν Θεόν,* ὅπως μοι παράσχῃ, ῞Οσιε Πέτρε,* πίστιν ἀκράδαντον καὶ ἀκλόνητον.
Σοι Πέτρε, προστρέχομεν ταπεινῶς* καὶ πίστει αἰτοῦμεν* σὴν βοήθειαν, θαυμαστέ,* ἵνα ῥυσθῶμεν ἐκ τῶν κινδύνων* καὶ ἐκ ποικίλων σκολόπων, μακάριε.
Τὸν Πλάστην καὶ Κύριον τοῦ παντός,* ἱκέτευε, Πέτρε τῶν ῾Οσίων ἡ καλλονή,* ὅπως παράσχῃ τοῖς σοῦ ἱκέταις* εἰρηναία τέλη καὶ ἀνεπαίσχυντα.
Θεοτοκίον.
῾Αγνή Θεοτόκε μῆτερ Θεοῦ,* τόν Ποιητήν πά-ντων καί ἀνθρώπων τόν Λυτρωτήν* Σύ ἱκέτευε πίστει αἰτοῦμεν,* ἵνα ῥυσθῶμεν πυρός τῆς κολάσεως.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος…
Τὸν Δεσπότην τῶν ὅλων,* θαυματουργὲ ἅγιε,* δεόμεθα πάντες, φωσφόρε,* σὺ καταπράϋνον* καὶ ἐκζήτει θερμῶς* τὴν σωτηρίαν ἁπάντων,* ἵνα σε δοξάζωμεν,*
Πέτρε μακάριε.
Τοὺς ἰοὺς θεραπεύει, θαυματουγέ ῞Οσιε* καὶ ὄγκους ταχὺ διαλύει* λιταῖς σου, ἔνδοξε,* ὁ τῶν θνητῶν Λυτρωτὴς* καὶ τῶν ἀνθρώπων ὀ Πλάστης,* διὸ σοι προσφεύγωμεν,* Πέτρε ὁσίαθλε.
Παναγίου Πνεύματος δοχεῖον σὺ γέγονας* διὰ τῶν πολλῶν σου ἀγώνων,* Πέτρε μακάριε,* διό, φωσφόρε, σε* Θεὸς ἀνέδειξε πάντων* ὡς φρουρὸν ἀκοίμητον,* θεοειδέστατε.
Θεοτοκίον.
Θεοτόκε Παρθένε, χριστιανῶν στήριγμα,* μὴ ἐγκαταλείπεις ἱκέτας,* ἀλλὰ παράσχου σύ,* ὁμόνοιαν καὶ εἰρήνην* καὶ Χριστοῦ τὸ πρόσωπον* ἰδεῖν ἀξίωσον.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ὅσιε Πέτρε,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
̉Επίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις ὑπό τοῦ ῾Ιερέως καί στή συνέχεια τό Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν* αἰτοῦμεν οἱ ἀνάξιοι·* διὸ τῶν πιστῶν* τὰ πλήθη σοι προσφεύγουσι* καὶ θερμῶς βοῶσι σε,* ὅσιε Πέτρε, σκέπασον ἅπαντας* καὶ ἐκ τροχαίων φύλαττε ἡμᾶς* τοὺς σοι θερμῶς ἀεὶ καταφεύγοντας.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Τῶν παθῶν μου τὸν τάραχον,* ταῖς λιταῖς σου, ὅσιε Πέτρε, εἰρήνευσον* καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων,* Θεοδόξαστε.
Τὸν Χριστὸν καθικέτευε,* ὅσιε Πέτρε, πάντες σου δεόμεθα,* ὅπως παράσχῃ ἱκέτες σου* ἀγάπην τε καὶ πίστιν ἀκράδαντον.
Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, ὅσιε Πέτρε εὔσημε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
Θεοτοκίον.
̉Εκ τροχαίου προστάτευσον* τὸν ἱκέτην, Δέσποινα Θεονύμφευτε,* καὶ τοὺς εἰς Σὲ κατάφεύγοντας* ὑγιείαν δίδου, Παναμώμητε.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς…
Δίδου τοῖς πιστοῖς* ὑγιείαν, Θεοδόξαστε,* καί τοῖς νοσοῦσι γίνου θεραπευτής,* ὅσιε Πέτρε,* καί τῶν πιστῶν καταφύγιον.
Νόσων ἰατρός* ἀνεδείχθης, Θεοδόξαστε,* διό σοι, Πέτρε, προσφεύγομεν θερμῶς* καί ἐξαιτοῦμεν παρασχεῖν ἡμῖν τὴν ἴασιν.
῎Εμπλησον χαρᾶς* εὐεργέτας τοῦ ἱκέτους σου* καὶ διαφύλαττε αὐτούς, Θαυμαστέ,* ἐκ πάσης βλάβης* καὶ στενώσεως σοῦ δέομαι.
Θεοτοκίον.
῎Αχραντε, θερμῶς* ἱκετεύω Σε ὁ ἄθλιος* ἐκ τῶν παγίδων ἀρχεκάκου ἐχθροῦ* τὸν Σὸν ἱκέτην* ἀπαύστως, Σεμνή, προστάτευσον.
ᾨδὴ στ’. Τὴν δέησιν ἐκχεῶ…
Τὰ τέκνα τῶν ̉ Ορθοδόξων φύλαττε* ἐκ τῶν βελῶν τοῦ Βελίαρ, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, ἀήττητε Πέτρε,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγησον* δεόμεθά σου ταπεινῶς,* ἡμεῖς οἱ πρός σε πίστει προσφεύγοντες.
̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* φωσφόρε Πέτρε, ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμεθα γονυκλινῶς,* ἀθλοφόρε, ἡμεῖς οἱ ἀνάξιοι.
̒Ως τεῖχος, καταφυγῆς καλοῦμέν σε,* ̉Ορθοδόξων οἱ χοροὶ, θεοφόρε,* καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ,* σὲ ὀνομάζομεν, Πέτρε ἀνάργυρε,* δεόμεθά σου, ἀγαθέ,* ἐκ παθῶν καὶ κινδύνων διάσωσον.
Θεοτοκίον.
Πανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς τῶν πιστῶν Σου ἀνάδειξον.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ὅσιε Πέτρε,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία...
Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος·* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦσον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου·* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦσαι ἐκ τῶν κινδύνων,* ῞Οσιε Πέτρε σοφέ, ἰσχυρὸν* τῶν ̉Ορθοδόξων καταφύγιον.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….
῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν (στʹ 17-23)…
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Τῷ καιρῷ ἐκείνω, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ…
Ταῖς τοῦ ῾Οσίου Πέτρου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα καὶ κατὰ τὸ πλῆθος τῶν …
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...
Μὴ ἐγκαταλείπης με* τῶν ̉Ορθοδόξων προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους σου·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα·* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ πρσφύγω, Πανάριστε,* πάντοθεν πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον, Θεοφόρε,* καὶ γίνου σὺ προστάτης καὶ φρουρὸς* τῶν ̉Ορθοδόξων, μακάριε* Πέτρε Θεοδόξαστε.
῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου…
῾Ο χορός: Κύρει, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...
Λυτρωτήν καί Σωτήρα* σύ δυσώπει δεόμεθα οἱ ἀνάξιοι* καί σῶσον ἐκ τῆς πλάνης* καί τῆς χαιρεκακίας* τούς πόθῳ κραυγάζοντας* ῞Οσιε Πέτρε σεμνέ,* προστάτευσον ἱκέτας.
Τῆς ψυχῆς ἡμῶν ἔλκη,* Θεοδόξαστε Πέτρε, τα-χύ θεράπευσον* καί σοῦ ἱκέτας δίδου* ἀγάπην καί εἰρήνην,* ἵνα πίστει κραυγάζωμεν˙* ὦ τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητός εἶ.
Τοῦ σεισμοῦ τὴν μανίαν* καταπαύει ὁ Πλάστης, Πέτρε πανένδοξε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ζωοδότην Χριστόν, εὐμένισον λιταῖς Σου.
Θεοτοκίον.
Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀνακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πειραστοῦ* καὶ τῶν αἰρετιζόντων.
ᾨδὴ η’. Τόν Βασιλέα…
̉Ιατρός πάντων* τῶν Ορθοδόξων ἐδείχθης* καί φρουρός τῶν χηρῶν καί προστάτης,* διό σε ὑμνοῦμεν,* Θεοδόξαστε Πέτρε.
Τὴν ἀκηδίαν* ἐκ τῶν πιστῶν ἀπελαύνεις* καὶ τὰς νόσους, Πέτρε, θεραπεύεις,* διὸ εἰς σέ, μάκαρ,* προστρέχουσι τὰ πλήθη.
̉Αδυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χαρὰν παρέχει, Πέτρε.
Θεοτοκίον.
Τὴν ἀνεργίαν, Παρθενομήτωρ Μαρία,* σαῖς λιταῖς* ἐξ ῾Ελλάδος* ὁ Πλάστης ἐκδιώκει˙* διὸ δοξάζομέν σε.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...
Προστάτης ̉Ορθοδόξων,* Πέτρε, ἀνεδείχθης,* διό εἰς σέ πάντες πίστει προσέρχονται* καί ἀνυμνοῦσι ἁπαύστως* Χριστόν δομήτορα.
Τάς φάλαγγας δαιμόνων* ταχέως ἐκδιώκεις* καί τήν εἰρήνην παρέχεις ἱκέταις σου,* διό πιστῶν αἱ χορεῖαι εἰς σέ προσφεύγουσι.
Ψυχὰς τῶν Ορθοδόξων* ἔμπλησον εὐχαῖς σου* μετ̉ εὐφροσύνης δεόμεθα πάντες θερμῶς* καὶ τοὺς ποθοῦντας εἰρήνην* λιταῖς σου δώρησαι
Θεοτοκίον.
̉Εξ ὄγκων δυσιάτων* φύλαττε, Παρθένε,* τοὺς σοῦ ἱκέτας δεόμεθα πάντες θερμῶς* καὶ ἐκ παθῶν ἐφαρμάτων* ἡμᾶς προστάτευσον.
Καὶ εὐθὺς τὰ παρόντα Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Πάντες προσερχόμεθα ταπεινῶς* πρό τῆς σοῦ εἰκόνος,* ἵνα λάβωμεν ταχυνῶς* ἰάσεις ποικίλας,* δύναμιν καί θάρρος,* εἰρήνην καί ἀγάπην,* Πέτρε πανάριστε.
Φύλαττε τά τέκνα σῶν ἱκετῶν* ἐκ πάσης κακίας,* ἐφαμάρτων συνηθειῶν* καί ἐκ τῆς μανίας τοῦ γυμνισμοῦ, Θεόφρων,* Πέτρε πνευματοφόρε,* πιστῶν ἀγλάϊσμα.
Δύναμιν παράσχου, θαυματουργέ,* πᾶσι τοῖς ποθοῦσι* καθαρθῆναι ἐκ τῶν παθῶν* καί στεφανηφόρους* ἀξίωσον λιταῖς σου* σύν σοι ἐν Παραδείσῳ* δοξάζειν Κύριον.
Δόξα ̉Εκκλησίας καί χαρμονή,* μάκαρ, ἀνεδείχθης* ὡς καί πρότυπον μοναχῶν* καί τῆς νεολαίας* φρουρός σύ καί προστάτης,* Πέτρε πνευματοφόρε,* γέγονας, ἔνδοξε.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός τὸ Τρισάγιον, Πάτερ ἡμῶν.. ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν… Ὁ Χορός: ̉ Αμήν.
̉Εἶτα τὸ ̉̉̉Απολυτίκιον. Ἦχος πλ. δʹ.
Ταῖς τῶν δακρύων σου ῥοαῖς* τῆς ῾Ρωσίας τάς στέπας ἐγεώργησας* καὶ τοῖς ἐκ βάθους στεναγμοῖς* εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας* καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι,* Πέτρε Πατὴρ ἡμῶν Ὅσιε.* Πρέσβευε Χριστῷ τῷ Θεῷ,* σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ἡ μικρὰ ἀπόλυσις. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:
῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.
Πάντων σύ προστάτης καί φρουρός* καί τῶν σωτηρίαν ποθοῦντων* σύ ὁδηγός ἀσφαλής,* ἄλλον γάρ οὐκ ἔχομεν* τῶν ̉Ορθοδόξων πληθύς* πρεσβευτήν ἀκατάβλητον* καί μέγα μεσίτην* οἱ κατατρυχόμενοι ὑπό ποικίλων παθῶν.* Σκεῦος τῆς Τριάδος ἐδείχθης˙* διό σοι προσφεύγομεν πόθῳ,* Πέτρε, τῶν νοσοῦντων κακαφύγιον.
῏Ηχος πλ. δʹ.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉Αμήν

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου