Οσιος ̉Αντώνιος ὁ Νέος Θεολόγος̉ Επίσκοπος Τρίκκης (1362)
῞Οσιος ̉Αντώνιος
ὁ Νέος Θεολόγος̉ Επίσκοπος Τρίκκης (1362)
(῾Η μνήμη του ἑορτάζεται ἐν Τρικάλοις τὴν 1ῃ Κυριακὴ τοῦ μηνὸς ̉ Οκτωβρίου.)
῞Οσιος ̉ Αντώνιος ὁ Νέος Θεολόγος
῾Ο ὅσιος ̉Αντώνιος ἔζησε τὸν 14ο αἰ. Διηκόνησε τὴν ̉Εκκλησία ὡς Μητροπολίτης Λαρίσης, μὲ ἕδρα τὰ Τρίκαλα, περίπου ἀπὸ τὸ 1333 μέχρι τὸ 1362.
῾Ο ῞Οσιος ἔγραψε λόγους πανηγυρικοὺς σὲ διάφορες Θεομητορικὲς ἑορτὲς καὶ ἐγκώμια μαρτύρων καὶ ἁγίων, τὰ ὁποία ἀποτελοῦν καὶ τὴ μοναδικὴν πηγὴν πληροφοριῶν – ἄμεσων καὶ ἔμμεσων - γιὰ τὴ ζωὴ του. ̉Επίσης, συνέθεσε ἐκκλησιαστικοὺς ὕμνους μὲ πιὸ γνωστὸ τὸν κανόνα εἰς τὸν ῞Αγιον ̉Αχίλλιον († 350).
Κοιμήθηκε εἰρηνικὰ καὶ ἡ ̉Εκκλησία μας τὸν κατέταξε μεταξὺ τῶν ἁγίων της.
῾Η μνήμη του ἑορτάζεται στά Τρίκαλα τὴν 1ῃ Κυριακὴ τοῦ μηνὸς ̉ Οκτωβρίου.
Παρακλητικὸς Κανὼν
εἰς τὸν ῞Οσιον ̉ Αντώνιον τὸν Νέον Θεολόγον
̉ Επίσκοπον Λαρίσσης καὶ Τρίκκης
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:
῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ̉Αρχιθύτι ἐκτενῶς νῦν προσδράμωμεν* ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν* ἐν μετανοίᾳ κραζοντας ἐκ μέσης ψυχῆς,* ῞Αγιε, βοήθησον καὶ διάσωσον πάντας* ἐκ παντοίων θλίψεων καὶ ποικίλων παγίδων˙* μὴ ἀποστρέψῃς ἱκέτας κενούς,* σὲ γὰρ μεσίτην,* ̉Αντώνιε, ἔχομεν.
Δόξα Πατρὶ... τὸ ̉ Απολυτίκιον ῏Ηχος πλ. γ’. Θείας πίστεως.
Σὲ ἀνέδειξε Τριὰς ῾Αγία* ὡς ἀκοίμητον φρουρὸν καὶ ῥύστην* τῆς Λαρίσης καὶ τῆς Τρίκκης, ̉Αντώνιε.* Σὺ τὸν λαὸν τοῦ Κυρίου ἠγάπησας* καὶ θεαρέστως αὐτὸν ὑπηρέτησας˙* σοῦ γονυκλινῶς πάντες δεόμεθα, ῞Αγιε,* Χριστὸν τὸν Θεόν ἱκέτευε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].
ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας…
Τὰς χείρας μου αἴρω ἱκετικῶς* πρὸς σὲ ̉Αρχιθύτα* τῶν Τρικκαίων ἡ καλλονή,* εὐμένισον δέομαι ὁ τάλας* τὸν Πανοικτήρμονα Κτίστην, ̉Αντώνιε.
Καρδίαν σὺ νήφουσαν, θαυμαστέ,* παράσχου ἱκέταις* ὡς καὶ σώφρονα λογισμόν,* ἵνα τὸν Σωτήρα τῶν ἀνθρώπων* ἐκ μέσης καρδίας πάντες δοξάζωμεν.
Βοήθει θεράποντας ἰατροὺς* ποιεῖν διαγνώσεις εὐστόχους καὶ ἀκριβεῖς* εἰς δὲ τοὺς νοσοῦντας χορηγῆσαι* ἰατρικὴν ἀγωγὴν τὴν κατάλληλον.
Θεοτοκίον.
Νοῦν καί καρδίαν πάντων ἡμῶν* λιταῖς σου, Παρθένε,* ἐναρμόνησον ταπεινῶς* δεόμεθα πόθῳ οἱ ἱκέται* ταῖς τοῦ Υἱοῦ Σου ἐντεύξεισι, ῎Αχραντε.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…
̉Εκ τροχαίου, Θεόφρων,* σὺ διαφύλαξον* πάντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας θερμῶς* τὴν σὴν βοήθειαν πίστει* καὶ Χριστὸν δοξάζοντας,* μάκαρ ̉Αντώνιε.
̉Ανεργίαν διώκει ταῑς σαῖς λιταῖς, ῞Οσιε,* ὁ τῶν οὐρανῶν Κυβερνήτης* διὸ σοι ἅπαντες* γονυκλινῶς, θαυμαστέ,* τὰς χείρας αἴρομεν πόθῳ* καὶ αἰτούμεθα πίστει* τὴν μεσιτείαν σου.
Πειρασμῶν καὶ κινδύνων* καὶ τῶν παθῶν κοίμησιν* καὶ πολυειδῶν νοσημάτων τὴν ἀπολύτρωσιν,* αἴτει, ̉Αντώνιε, παρὰ τοῦ πάντων Δεσπότου, ὑπὲρ τῶν τιμῶντων σε, ἀξιοτίμητε.
Θεοτοκίον.
̉̉Ορθοδόξων ἐδείχθης,* καταφυγὴ Δέσποινα,* καὶ τῶν μοναζόντων τὸ κλέος,* Θεομακάριστε,* τῶν ἀσθενούντων ἀεί,* σὺ ἰατρὸς καὶ προστάτις* καὶ χηρῶν ὑπέρμαχος, ἀκατανίκητος.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Αρχιθύτα,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν,* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
̉̉Επιβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμὴ...
Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνέ,* καὶ κόσμου καταφύγιον* ἐκτενῶς βοῶμεν σοί,* θαυμαστὲ ̉Αντώνιε, πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ καὶ πίστει προσφεύγοντας.
ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε...
Καταπράϋνον Ὅσιε,* τὴν ὀργὴν Κυρίου ταῖς ἱκεσίαις σου,* ὡς προστάτην γὰρ σὲ ἔχομεν,* πάντες οἱ ̉Ορθόδοξοι, ̉Αντώνιε.
Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, ̉Αντώνιε πανάριστε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
῾Ολοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νοὸς μου, ῞Οσιε ̉Αντώνιε.
Θεοτοκίον.
̉Εκ τροχαίου προστάτευσον* τοὺς ἱκέτας σου, Πανάχραντε Δέσποινα,* καὶ τοὺς εἰς Σὲ καταφεύγοντας* ὑγιείαν δίδου, Παναμώμητε.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…
Κύριον θερμῶς* καθικέτευε, ̉Αντώνιε,* ὅπως παράσχῃ ἡμῖν ὑπομονὴν* ὡς καὶ εἰρήνην* τοῖς οἴκοις ἡμῶν, πανάριστε.
῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.
Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, ̉Αντώνιε θαυμαστέ,* καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.
Θεοτοκίον.
Δίδου φωτισμόν τοὺς ἀδίκως πολεμοῦντας με* καὶ διαφύλαττε αὐτούς, Μαριάμ,* ἐκ πάσης βλάβης* καὶ στενώσεως σοῦ δέομαι.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…
̉̉Ορθόδοξοί σε προστάτην ἔχομεν* καὶ φρουρὸν ἀκοίμητον, ̉Αρχιθύτα,* σὺ τῶν δαιμόνων τὰ βέλη διώκεις,* σὺ* καὶ τὰς νόσους ἰᾷ, Τρίκκης τὸ καύχημα,* διὸ μοναζόντων πληθὺς* σὲ ἀνυμνοῦσιν ἁπαύστως, ̉Αντώνιε.
Φρουρὸν σε τῆς νεολαίας ἅπαντες* ὀνομάζομεν, ̉Αντώνιε μάκαρ,* καὶ ἰατρὸν τοῦ καρκίνου, Θεόφρον,* καὶ τῶν γερόντων προστάτην ἀκοίμητον˙* διὸ τῶν πιστῶν οἱ χοροὶ* σοι προσφεύγουσι πόθῳ, τρισένδοξε.
Προστάτην τῶν ̉Ὀρθοδόξων ἅπαντες* καλοῦμεν σέ, ̉Αντώνιε ̉Αρχιθύτα,* τῆς δὲ ῾Ελλάδος ὑπέρμαχον μέγαν* καὶ μοναζόντων φρουρὸν ἀκατάβλητον˙* δεόμεθά σου ταπεινῶς* ἐκ τῆς πλάνης πάντας προφύλαξον.
Θεοτοκίον.
Δεήσεις καὶ παρακλήσεις σὺ δέχου,* Μαριὰμ τοῦ Δεσπότου ἡ Μήτηρ,* καὶ τῷ Υἱῷ σου προσάγαγε ταύτας,* ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων* καὶ δίδου ἡμῖν ταχυνῶς* ὑγιείαν καὶ ῥώμην, Πανένδοξε.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Αρχιθύτα,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν,* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία.
Σὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀκοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ παρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς δεομένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σῶσον ἐκ τοῦ καρκίνου* τοὺς καταφεύγοντας πρὸς σέ,* ̉Αρχιθύτα ̉Αντώνιε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος: ῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου …
῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου…
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Εἶπεν ὁ Κύριος˙ ἐγὼ εἰμι ἡ θύρα˙ δι᾽ ἐμοῦ ἐὰν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ˙ ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός˙ ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων˙ ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἀρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.῾Ο δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ̉Εγὼ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν˙ καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα˙ καὶ τὴν ψυχὴν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης˙ κἀκεῖνα δεῖ με ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσιν καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ …
Ταῖς τοῦ ̉Αρχιθύτου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν …
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...
Μὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς χείρας* ̉Αντώνιε ἔνδοξε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους σου* νόσοι κατέβαλον ὅλον μου τὸ σῶμα* καὶ τὸ ἄγχος μὲ κατέστησεν* ἀξιοθρήνητον* ὡς καὶ τῶν ἀνθρώπων περίγελων˙* πάντοθεν πολεμούμενος* καὶ παρηγορίαν οὐκ ἔχω πλὴν σου,* ῞Αγιε, ἁπάντων* ἀκοίμητος προστάτης καὶ φρουρός,* μὴ παραβλέπῃς τὴν δέησιν,* πάντων τῶν ὑμνοῦντων σε.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …
῾Ο Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…
̉̉Ορθοδόξων κατέστης* ἀρωγὸς καὶ προστάτης, Θεοειδέστατε,* διό σε ἀνυμνοῦσιν καί σε δοξολογοῦσι* καὶ προσπίπτοντας ᾂδουσι˙* ̉Αρχιθύτα Χριστοῦ,* βοήθει σοῦ ἱκέτας.
Λειτουργοὺς τοῦ ῾Υψίστου,* ̉Αρχιθύτα ̉̉̉Αντώνιε θεοδόξαστε,* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώσιν,* ἵνα πάντες κραυγάζωμεν·* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.
̉Ατεκνίαν συζύγων* θεραπεύεις ταχέως, Θεομακάριστε,* διὸ καὶ οἱ ποθοῦντες* υἱοὺς καὶ θυγατέρας* ἱκετικῶς σοῦ δέονται˙* τέκνα παράσχου ἡμῖν,* ̉Αντώνιε φωσφόρε.
Θεοτοκίον.
Θεοτόκε Παρθένε,* πρός σε πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μού σοι αἴρω* καὶ πόθῳ ἀνακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πειραστοῦ* καὶ τῶν αἰρετιζόντων.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
Σὲ τῶν ῾Ελλήνων* καὶ ̉Ορθοδόξων χορείαι* ἀνυμνοῦσιν, ̉Αντώνιε, ἀπαύστως,* καὶ πόθῳ αἰτοῦσιν* ἰδεῖν Χριστοῦ τὴν δόξαν.
Τὴν νεολαίαν* ἐξ ἐθισμῶν ὀλεθρίων,* σὺ διάσωσον τάχος, ̉Αρχιθύτα,* καὶ φύλαττε πάντας* ἐκ πλάνης διαβόλου.
Δόξα Πατρὶ …
̉Αδυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χαρὰν παρέχει, Μάκαρ.
Θεοτοκίον.
Τὸν Κύριόν μου* καὶ Λυτρωτὴν τῆς ψυχῆς μου* καθικέτευε δέομαι, Μῆτερ,* ἵνα ἀπολαύσω* τοῦ Παραδείσου κάλλη.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...
̉Αντώνιε θεόφρων,* Νέε Θεολόγε* τοὺς ̉Ορθοδόξους καλῶς διαφύλαττε* καὶ ἐκ χειρῶν ἀρχεκάκου* πάντας ἐξάρπασον.
Σὲ Τρίκκης ̉Αρχιθύτα,* ̉Αντώνιε μάκαρ,* τῶν ̉Ορθοδόξων τὰ πλήθη δοξάζουσι* καὶ ἐξαιτοῦσι ἁπαύστως* τὴν σὴν βοήθειαν.
῾Ημᾶς τοὺς ̉Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Κυρίου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρείοι,* μάκαρ ̉Αντώνιε.
Θεοτοκίον.
Θερμῶς σὲ ἱκετεύω, Μῆτερ τοῦ Δεσπότου,* ἐκ τῶν παθῶν, ἱκέτην, ἀπάλλαξον* καὶ ἐκ χειρῶν τῶν δαιμόνων* σὺ με διάσωσον.
Καὶ εὐθὺς τά Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
Νέον Θεολόγον ἡ τοῦ Χριστοῦ* ̉Εκκλησία πάλαι* σὲ ὀνόμασεν, ἀθλητά,* διὸ οἱ ἐν Τρίκκῃ,* ̉Αντώνιε οἰκοῦντες* γεραίρουσι τὸν Κτίστην* τὸν Σὲ δοξάσαντα.
Φύλαττε τὴν Τρίκκην, Θαυματουργέ,* καὶ τὴν Θετταλίαν* ἐκ κινδύνων παντοειδῶν* καὶ τούς σε ὑμνοῦντας* ἀνώδυνα τὰ τέλη,* ̉Αντώ-νιε παμμάκαρ* παράσχου δέομαι.
Χαῖροις, ̉Αρχιθύτα θαυματουργέ,* κλέος τῶν Τρικκαίων* καὶ Λαρίσης ὁ θησαυρός.* Χαῖροις, τῶν δογμάτων* ὁ πρόμαχος καὶ φύλαξ* καὶ τῶν αἰρετιζόντων* δεινὸς πολέμιος.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα ὁ Χορὸς τὸ Τρισάγιον, Πάτερ ἡμῶν... ὁ Ἱερεύς: ῞Οτι Σοῦ ἐστιν …, ὁ Χορός: ̉Αμήν.
Εἶτα τὸ Απολυτίκιον. ῏Ηχος γ’. Θείας ...
Σὲ ἀνέδειξε Τριὰς ῾Αγία* ὡς ἀκοίμητον φρουρὸν καὶ ῥύστην* τῆς Λαρίσης καὶ τῆς Τρίκκης, ̉Αντώνιε.* Σὺ τὸν λαὸν τοῦ Κυρίου ἠγάπησας* καὶ θεαρέστως αὐτὸν ὑπηρέτησας˙* σοῦ γονυκλινῶς πάντες δεόμεθα, ῞Αγιε,* Χριστὸν τὸν Θεόν ἱκέτευε* δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δέησις καὶ ̉Απόλυσις. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:
῏Ηχος β’. ῞Οτε ἐκ τοῦ ξύλου…
Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνας,* ̉Αντώνιε ἔνδοξε,* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγὸν ἀσφαλῆ.* Πάτερ τῶν Τρικκαίων τὸ κλέος,* πτωχῶν ἀνεδείχθης προστάτης* καὶ τῶν ̉Ορθοδόξων καταφύγιον.
Ἦχος πλ. δ΄.
Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β΄.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ Ἱερεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.
̉Αμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου