῞Αγιος Νεόφυτος Βʹ ̉ Επίσκοπος Τρίκκης (1559)
̉ Επίσκοπος Τρίκκης (1559)
(῾Η μνήμη του ἑορτάζεται ἐν Τρίκκῃ τῇ Θετταλικῇ τὴν 1ῃ Κυριακὴ τοῦ μηνὸς ̉ Οκτωβρίου)
῾Ο ῞Αγιος Νεόφυτος Βʹ ̉Επίσκοπος Τρίκκης ἦταν ἀνιψιὸς τοῦ ῾Αγίου Βησσαρίωνος καὶ δεύτερος κτήτορας τῆς ῾Ιερᾶς Μονῆς Δουσίκου. Καταγόταν ἀπὸ πλούσιους γονεῖς, οἱ ὁποίοι ἐπίσης ἔγιναν μοναχοί.
Κατ̉ ἀρχὰς ἐξελέγει ἐπίσκοπος Σταγῶν καὶ ἀργότερα προήχθη σὲ Μητροπολίτη Λαρίσης μετὰ τὴν οἰκειοθελὴ παραίτηση τοῦ προκατόχου του Νεοφύτου τοῦ Αʹ (1540-1550). ῏Ηταν ἱεράρχης μὲ σημαντικότατο ἔργο, ἐφάμιλλο τοῦ ἔργου τοῦ ἁγίου Βησσαρίωνος. Σύμφωνα μὲ τὴ σχετικὴ κτητορικὴ ἐπιγραφή, ὁ Νεόφυτος ἔκτισε, στὴ θέση τοῦ καθολικοῦ ποὺ εἶχε κτίσει ὁ ἅγιος Βησσαρίων, τὸ σημερινὸ καθολικὸ καὶ τμῆμα τῶν κελιῶν τῆς μονῆς Δουσίκου, γι̉ αὐτὸ θεωρεῖται δεύτερος κτήτορας. Στὸν ἴδιο ὀφείλεται καὶ ἡ ἁγιογράφηση τοῦ καθολικοῦ, τὸ 1557.
῾Ο ἅγιος Νεόφυτος εἶναι ὁ πρῶτος Μητροπολίτης ποὺ ἔλαβε ἀπό τὸν Οἰκουμενικὸν Πατριάρχην ̉Ιωάσαφ, λόγῳ τῶν πολλῶν ἀρετῶν του τὸ προνόμιον «τοῦ φορεῖν σάκκον ἱερόν».
Κοιμήθηκε τό 1568 στὴν Κωνσταντινούπολιν, ὅπου εἶχε προσκληθεῖ, λόγῳ τῆς σοφίας καὶ τῆς ἀρετῆς του ἀπὸ τὸν Πατριάρχην ὡς συνεργάτης του. ῾Η μνήμη του ἑορτάζεται ἐν τῇ Τρίκκῃ τῇ Θετταλικῇ τὴν 1ῃ Κυριακὴ τοῦ μηνὸς ̉Οκτωβρίου.
εἰς τὸν ῞Οσιον Νεόφυτον ̉ Επίσκοπον Τρίκκης
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Ε |
ὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὅ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:
῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τ |
ῷ ̉Αρχιθύτι ἐκτενῶς νῦν προσδράμωμεν* ἁμαρτωλοί καὶ ταπεινοὶ καὶ προσπέσωμεν* ἐν μετανοίᾳ κραζοντας ἐκ μέσης ψυχῆς,* ῞Αγιε, βοήθησον καὶ διάσωσον πάντας* ἐκ παντοίων θλίψεων καὶ ποικίλων παγίδων˙* μὴ ἀποστρέψῃς ἱκέτας κενούς,* σὲ γὰρ μεσίτην,* Νεόφυτε ἔχομεν.
Δόξα Πατρὶ... Τὸ αὐτὸ ἤ τὸ ̉ Απολυτίκιον
῏Ηχος πλ. α’. Τόν συνάναρχον Λόγον.
Τ |
ὸν Τρικκαίων τήν δόξαν καί θεῖον καύχημα* τῶν Λαρισαίων τό κλέος* καί ̉Αρχιθύτην λαμπρόν,* ἀνυμνήσομεν Νεόφυτον ῾Ιεράρχην,* ὅτι κατέστη σοφός οἰακοστρόφος τῶν πιστῶν* καὶ φύλαξ τῶν ̉Ορθοδόξων* καὶ νῦν ἀπαύστως πρεσβεύει* τῷ Θεῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν καὶ ἀεὶ ... Θεοτοκίον.
Ο |
ὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.
ᾨδὴ αʹ. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας[1]…
Τ |
ὰς χείρας μου αἴρω δεητικῶς* πρὸς σὲ ̉Αρχιθύτα* τῶν Τρικκαίων ἡ καλλονὴ* καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι,* ἣν σοι παράσχου μοι τάχος, Νεόφυτε.
Τ |
ὰ τέλη τοῦ βίου σῶν ἱκετῶν,* Νεόφυτε μάκαρ,* ̉Ορθοδόξων ἡ χαρμονὴ* βοήθει δεόμεθα ἁπαύστως* εἰσὶ ἀνώδυνα καὶ ἀνεπαίσχυντα.
Σ |
ωτήραν καὶ Πλάστην καὶ Λυτρωτήν,* ἱκέτευε πάντες σοῦ δεόμεθα ταπεινῶς,* ὅπως παράσχῃ ἡμῖν γαλήνην,* ἵνα διάγωμεν βίον ἀκύμαντον.
Θεοτοκίον.
Π |
ροστάτις ἀκοίμητος καὶ φρουρὸς* ἡμῶν ἀνεδείχθῃς, Θεοδόξαστε Μαριάμ,* διὸ σοι προσφεύγωμεν ἱκέται* καὶ ἐξαιτοῦμεν τὴν χάριν Σου, ῎Αχραντε.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…
῾Ικετεύω σέ, Πάτερ,* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξον,* σὺ γάρ, Νεόφυτε,* τὸν Λυτρωτήν καὶ Σωτήραν,* ἐκ παιδὸς ἠγάπησας* Πανευωδέστατε.
̉Εκ τροχαίου, Θεόφρων,* σὺ διαφύλαξον* πάντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας θερμῶς* τὴν σὴν βοήθειαν πίστει,* καὶ Χριστὸν δοξάζοντας,* μάκαρ Νεόφυτε.
̉Ανεργίαν λιταῖς σου,* θαυματουργὲ ῞Αγιε,* διώκει ὁ Πλάστης, ταχέως* ἀπὸ τῶν τέκνων Του˙* διὸ γονυκλινεῖς* σοι καταφεύγομεν πίστει* καὶ αἰτοῦμεν ἅπαντες* τὴν μεσιτείαν σου.
Τοῦ πυρὸς τὴν μανίαν,* καταστέλεις, ῎Αχραντε,* καὶ τοὺς κινδυνεύοντας τάχος* σώζεις, Παντάνασσα,* διὸ πίστει πιστοὶ* σοι καταφεύγουσι πόθῳ* καὶ αἰτοῦσι ἅπαντες* τὴν προστασία Σου.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Αρχιθύτα,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
̉Επιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία...
Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σοφέ,* καὶ κόσμου καταφύγιον* ἐκτενῶς βοῶμέν σοι,* Νεόφυτε πάντιμε, πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ καὶ πίστει προσφεύγοντας.
ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε…
Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, ̉Αρχιθύτα Νεόφυτε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
Τὰ λοιμώδη νοσήματα* καὶ τοὺς ὄγκους τάχος ἴασε, Νεόφυτε,* καὶ ἡμᾶς τοὺς σοι προσπίπτοντας* ὑγιείαν δίδου, τρισμακάριστε.
Τοὺς νοσοῦντας θεράπευσον,* ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποιεῖν διαγνώσεις καλὰς, Νεόφυτε.
Θεοτοκίον.
῾Ολοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νοὸς μου, Μαρία Θεόνυμφε.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…
Δέχου προσευχὰς* ̉Ορθοδόξων, Θεοπρόβλητε,* καὶ προσάγαγε αὐτὰς τῷ Λυτρωτῇ,* ἵνα ῥυσθῶμεν κινδύνων καὶ πόνων, ἔνθεε.
Κύριον θερμῶς* καθικέτευε, Νεόφυτε,* ὅπως παράσχῃ ἡμῖν ὑπομονὴν* ὡς καὶ εἰρήνην τοῖς οἴκοις ἡμῶν, πανάριστε.
Ζῆλον τοῦ Θεοῦ* σοι παράσχου μοι, ἀήττητε,* καὶ ὀφθαλῶν παιδαγωγίαν ταχὺ* τῷ σῷ ἱκέτῃ* παράσχου, Νεόφυτε, δέομαι.
Θεοτοκίον.
Φόβον τοῦ Θεοῦ* τῇ καρδία μου ἐμφύτευσον* καὶ καρποὺς μετανοίας δίδου μοι* τῷ ἀναξίῳ ἱκέτῃ Σου, ῾Οδηγήτρια.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…
Τὰ τέκνα τῶν ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, θεόφρων,* καὶ ταῖς λιταῖς σου, Νεόφυτε μάκαρ,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγησον* δεόμεθά σου ταπεινῶς* οἱ ἀχρείοι ἱκέτες σου, εὔσημε.
Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱκετεύει ἀπαύστως* ῥῦσαι, παμμάκαρ Νεόφυτε, τάχος* ἐκ τῶν ποικίλων λοιμώξεων ἅπαντας* καὶ Κύριον τῶν οὐρανῶν* καὶ τῆς γῆς καταπράϋνον δέομαι.
῾Ως τεῖχος, καταφυγῆς καλοῦμέν σε,* ̉Ορθο-δόξων οἱ χοροί, θεοφόρε,* καὶ ἰατρὸν ἐν τοῖς νόσοις, φωσφόρε,* σὲ ὀνομάζομεν, μάκαρ Νεό-φυτε,* δεόμεθά σου, ἀγαθέ,* ἐκ παθῶν καὶ κιν-δύνων διάσωσον.
Θεοτοκίον.
Πανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Αρχιθύτα,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία…
Σὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀκοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ παρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθασον, θαυματουργέ,* εἰς τήν βοήθειαν ἡμῶν τῶν θερμῶς δεομένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σῶσον ἐκ τοῦ καρκίνου* τοὺς καταφεύγοντας πρὸς σέ,* ̉Αρχιθύτα Νεόφυτε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου, Εἰρήνη πᾶσι.
῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγε-λίου…
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Εἶπεν ὁ Κύριος˙ ἐγὼ εἰμι ἡ θύρα˙ δι᾽ ἐμοῦ ἐὰν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ˙ ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός˙ ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων˙ ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἀρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.῾Ο δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ̉Εγὼ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν˙ καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα˙ καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης˙ κἀκεῖνα δεῖ με ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσιν καὶ γενήσονται μὶα ποίμνη, εἷς ποιμήν.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ…
Ταῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …
καὶ τὸ Προσόμοιον.
Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι…
Μὴ ἐγκαταλείπης με* τῶν ̉Ορθοδόξων προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους σου·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ πρσφύγω, Πανάριστε,* πάντοθεν πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον, ̉Αρχιθύτα* καὶ γίνου σὺ προστάτης καὶ φρουρὸς* καὶ βακτηρία, Νεόφυτε,* πάντων τῶν τιμῶντων σε.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …
῾Ο Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…
Τοῦ σεισμοῦ τὴν μανίαν* λιταῖς σου, ὁ Πλάστης, καταπαύει, Νεόφυτε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ζωοδότην Χριστόν, εὐμένισον λιταῖς Σου.
Νικητὰς ἁμαρτίας* τοὺς πιστοὺς σὺ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεόμεθα ἁπαύστως* διὸ σοι καταφεύγομεν,* Νεόφυτε θαυμαστέ,* πιστῶν ἡ βακτηρία.
̉Εργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτης καὶ φύλαξ, ἔνθεε,* καὶ τούτοις σὺ παρέχεις* ὑγείαν καὶ σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ μεγαλεία Χριστοῦ,* Νεόφυτε φωσφόρε.
Θεοτοκίον.
Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀνακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πειραστοῦ* καὶ τῶν αἰρετιζόντων.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
Τὴν ἀνομβρίαν* ὁ Λυτρωτὴς καταπαύει* λιταῖς Σου, Νεόφυτε τρισμάκαρ,* καὶ πιστοῖς παρέχει* εὐκράτους τοὺς ἀέρας.
Τοὺς πειρασμοὺς σὺ* τοῦ ἀρχεκάκου διώκεις* καὶ παθῶν τὰς ἐφόδους, Θεόφρον,* διὸ σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
̉ Α δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χαρὰν παρέχει, πάτερ.
Θεοτοκίον.
Σέ, Θεομήτωρ,* τῶν ̉Ορθοδόξων χορείαι* σὺν τοῖς ̉Αγγέλοις πόθω ὑμνοῦσι* καὶ δοξολογοῦσι* ἀπαύστως, Θεοτόκε.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…
Τοὺς ῾Ιεραποστόλους* φύλαττε λιταῖς σου* ἐκ τῶν ποικίλων κινδύνων, θαυματουργέ,* καὶ ̉Ορθοδόξους, Νεόφυτε,* σκέπε δεόμεθα.
Εἰρήνην καὶ γαλήνην,* πίστιν καὶ ἐλπίδα* ὡς καὶ μετάνοια δίδου, ἱκέταις σοφέ,* καὶ σαῖς πρεσβεῖες ἐκ νόσων πάντας ἀπάλλαξον.
Νεόφυτε τρισμάκαρ,* δίδου ὑγιείαν* γονυπετεῖς σὲ ἱκετεύομεν ἅπαντες* καὶ αἰτοῦμεν ἀπαύστως τὴν σκέπην σου, ἔνδοξε.
Θεοτοκίον.
Σοὶ Δέσποινα προσπίπτω* καὶ καθικετεύω* τοὺς ̉Ὀρθοδόξους ἐκ πλάνης διάσωσον* καὶ κεκοιμημένοις λιταῖς σου* δίδου ἀνάπαυσιν.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
Χαίροις, τῶν Τρικάλων ὁ θησαυρός,* Νεόφυτε μάκαρ,* ̉Ορθοδόξων ἡ χαρμονή.* Χαίροις, τῆς ῾Ελλάδος* ἀγλάϊσμα καὶ δόξα* καὶ πάντων τῶν πενήτων* τὸ καταφύγιον.
Φύλαττε τὸ σῶμα μου, θαυμαστέ,* ἀπὸ τοῦ καρκίνου* καὶ ἐκ νόσων παντοειδῶν* ὡς καὶ τὴν ψυχὴν μου* ἐκ τῶν παθῶν, θεόφρων,* Νεόφυτε τρισμάκαρ,* πιστῶν τὸ στήριγμα.
Χαίροις ἀσθενούντων ὁ ἰατρὸς* καὶ τῶν ἐν ἀνάγκαις* καταφύγιον ἰσχυρόν.* Χαίροις, τῶν Τρικκαίων* ἀγλάϊσμα καὶ κλέος* καὶ τῶν πιστῶν προστάτης* Πάτερ Νεόφυτε.
Τὴν ῾Ελλάδαν σκέπε, θαυματουργέ,* Νεόφυτε μάκαρ,* σοῦ δεόμεθα ταπεινῶς* καὶ ἐκ τῶν κυκλοῦντων* αὐτὴν ἐχθρῶν, φωσφόρε,* διάσωσον λιταῖς σου* ταῖς πρὸς τὸν ῞Υψιστον.
῎ᾼδωσι ἀπαύστως σεμνοπρεπῶς* μοναζόντων τάξεις* ̉Ορθοδόξων τε οἱ χοροὶ* καὶ ἀνεφημοῦσι* σέ, μάκαρ ῾Ιεράρχα,* τὸν καλὸν ποιμένα* τῆς Τρίκκης, ῞Οσιε.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
̉̉̉Απολυτίκιον. ῏Ηχος πλ. αʹ. Τόν συνάναρχον…
Τὸν Τρικκαίων τήν δόξαν καί θεῖον καύχημα* τῶν Λαρισαίων τό κλέος* καί ̉Αρχιθύτην λαμπρόν,* ἀνυμνήσομεν Νεόφυτον ῾Ιεράρχην,* ὅτι κατέστη σοφός οἰακοστρόφος τῶν πιστῶν* καὶ φύλαξ τῶν ̉Ορθοδόξων* καὶ νῦν ἀπαύστως πρεσβεύει* τῷ Θεῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ποιεῖ τὴν ἀπόλυσιν.
῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου…
Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνας,* Νεὀφυτε ἔνδοξε,* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγὸν ἀσφαλῆ.* Πάτερ τῶν Τρικκαίων τὸ κλέος,* πτωχῶν ἀνεδείχθης προστάτης* καὶ τῶν ̉Ορθοδόξων καταφύγιον.
῏Ηχος πλ. δʹ.
Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ Ἱερεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.
̉Αμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου